Book 3
4.30
τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως γνωστικοὺς σφᾶς αὐτοὺς ἀναγορεύοντες δογματίζουσιν, υἱοὺς μὲν φύσει τοῦ πρώτου θεοῦ λέγοντες αὑτούς· καταχρώμενοι δὲ τῇ εὐγενείᾳ καὶ τῇ ἐλευθερίᾳ ζῶσιν ὡς βούλονται· βούλονται δὲ φιληδόνως, κρατηθῆναι ὑπ’ οὐδενὸς νενομικότες ὡς ἂν κύριοι τοῦ σαββάτου καὶ ὑπεράων παντὸς γένους πεφυκότες βασίλειοι παῖδες, βασιλεῖ δέ, φασί, νόμος ἄγραφος. πρῶτον μὲν οὖν οὐ ποιοῦσιν ἃ βούλονται πάντα, πολλὰ γὰρ αὐτοὺς κωλύσει καὶ ἐπιθυμοῦντας καὶ πειρωμένους, καὶ ἃ ποιοῦσι δέ, οὐχ ὡς βασιλεῖς, ἀλλ’ ὡς μαστιγίαι ποιοῦσι, λάθρᾳ γὰρ μοιχεύουσι τὸ ἁλῶναι δεδιότες καὶ τὸ καταγνωσθῆναι ἐκκλίνοντες καὶ φοβούμενοι τὸ κολασθῆναι. πῶς δὲ ἐλεύθερον ἡ ἀκρασία καὶ ἡ αἰσχρολογία; πᾶς γάρ, φησίν, ὁ ἁμαρτάνων δοῦλός ἐστιν, ὁ ἀπόστολος λέγει.
4.31
ἀλλὰ πῶς κατὰ θεὸν πολιτεύεται ὁ πάσῃ ἐπιθυμίᾳ ἔκδοτον ἑαυτὸν παρασχὼν τοῦ κυρίου φήσαντος ἐγὼ δὲ λέγω, μὴ ἐπιθυμήσῃς; ἑκὼν δέ τις ἁμαρτάνειν βούλεται καὶ δόγμα τίθησι τὸ μοιχεύειν καὶ καθηδυπαθεῖν καὶ λυμαίνεσθαι τοὺς ἄλλων γάμους, ὅπου γε καὶ τοὺς ἄλλους ἄκοντας ἁμαρτάνοντας ἐλεοῦμεν; κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν. ὑβρίζει δέ τις ξένος πολίτας καὶ τούτους ἀδικεῖ, οὐχὶ δὲ ὡς παρεπίδημος τοῖς ἀναγκαίοις χρώμενος ἀπρόσκοπος τοῖς πολίταις διαβιοῖ; πῶς δὲ καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν μεμισημένοις διὰ τὸ μὴ πράσσειν τὰ ὑπὸ τῶν νόμων διηγορευμένα, τουτέστι τοῖς ἀδίκοις καὶ ἀκρατέσι καὶ πλεονέκταις καὶ μοιχοῖς τὰ αὐτὰ πράσσοντες θεὸν ἐγνωκέναι μόνοι λέγουσιν; ἐχρῆν γὰρ αὐτοὺς καὶ ἐν τοῖς ἀλλοτρίοις παρόντας καλῶς βιοῦν, ἵνα δὴ τῷ ὄντι τὸ βασιλικὸν ἐνδείξωνται.