Book 3
11.78
αὖθις οὖν τοῖς φιληδόνοις ἐπιπλήττων ἐκεῖνα προστίθησι· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, ὅτι οἱ κατὰ σάρκα ζῶντες τὰ τῆς σαρκὸς φρονοῦσιν, καὶ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται. οἱ δὲ ἐν σαρκὶ ὄντες, οὐχ ὥς τινες δογματίζουσι, θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ ὡς προειρήκαμεν. εἶτα πρὸς ἀντιδιαστολὴν τούτων τῇ ἐκκλησίᾳ φησίν· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμέν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ θεοῦ. καὶ πρὸς τὴν εὐγένειαν καὶ πρὸς τὴν ἐλευθερίαν τὴν καταπτύστως ὑπὸ τῶν ἑτεροδόξων εἰσαγομένην τῶν ἐπ’ ἀσελγείᾳ καυχωμένων ἐπιφέρει λέγων· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· ἀββᾶ ὁ πατήρ· τουτέστιν εἰς τοῦτο ἐλάβομεν, ἵνα γινώσκωμεν τοῦτον ᾧ προσευχόμεθα, τὸν τῷ ὄντι πατέρα, τὸν τῶν ὄντων μόνον πατέρα, τὸν εἰς σωτηρίαν παιδεύοντα ὡς πατέρα καὶ τὸν φόβον † ἀπειλεῖ.