Book 3
12.86
μετά τε ἐγκρατοῦς ἀπολαύσεως βιούτω κατὰ λόγον. καὶ καθόλου πᾶσαι αἱ ἐπιστολαὶ τοῦ ἀποστόλου σωφροσύνην καὶ ἐγκράτειαν διδάσκουσαι περί τε γάμων περί τε παιδοποιίας περί τε οἴκου διοικήσεως μυρίας ὅσας ἐντολὰς περιέχουσαι οὐδαμοῦ γάμον ἠθέτησαν τὸν σώφρονα, ἀλλά, τὴν ἀκολουθίαν σῴζουσαι τοῦ νόμου, πρὸς τὸ εὐαγγέλιον ἀποδέχονται ἑκάτερον τόν τε εὐχαρίστως τῷ θεῷ γάμῳ κεχρημένον σωφρόνως τόν τε εὐνουχίᾳ ὡς ὁ κύριος βούλεται συμβιοῦντα, καθὼς ἐκλήθη ἕκαστος, ἑλόμενον ἀπταίστως καὶ τελείως. καὶ ἦν ἡ γῆ τοῦ Ἰακὼβ ἐπαινουμένη παρὰ πᾶσαν τὴν γῆν, φησὶν ὁ προφήτης, τὸ σκεῦος τοῦ πνεύματος αὐτοῦ δοξάζων. κατατρέχει δὲ τῆς γενέσεως φθαρτὴν καὶ ἀπολλυμένην λέγων καὶ βιάζεταί τις, ἐπὶ τεκνοποιίας λέγων εἰρηκέναι τὸν σωτῆρα ἐπὶ γῆς μὴ θησαυρίζειν ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ τὰ τοῦ προφήτου προσπαρατιθέναι τούτοις οὐκ αἰσχύνεται· πάντες ὡς ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ σὴς βρώσεται ὑμᾶς. ἀλλ’ οὐδὲ ἡμεῖς ἀντιλέγομεν τῇ γραφῇ, ὅτι φθαρτὰ ἡμῖν τὰ σώματα καὶ φύσει ῥευστά· τάχα δ’ ἂν καὶ οἷς διελέγετο ὡς ἁμαρτωλοῖς προφητεύοι φθοράν. ὁ σωτὴρ δὲ οὐ περὶ τεκνοποιίας εἴρηκεν, ἀλλ’ εἰς μετάδοσιν κοινωνίας προτρέπων τοὺς κτᾶσθαι μόνον τὴν τοῦ πλούτου περιουσίαν, ἐπικουρεῖν δὲ τοῖς δεομένοις μὴ βουλομένους.