Book 3
2.7
ἀλλ’ οὐδὲ τὰ τῆς γενέσεως νόμον ἔχει γεγραμμένον (μετεγράφη γὰρ ἄν), σπείρουσι δὲ καὶ γεννῶσιν ἐπ’ ἴσης, κοινωνίαν ὑπὸ δικαιοσύνης ἔμφυτον ἔχοντες. κοινῇ πᾶσιν ἐπ’ ἴσης ὀφθαλμὸν εἰς τὸ βλέπειν ὁ ποιητής τε καὶ πατὴρ πάντων δικαιοσύνῃ νομοθετήσας τῇ παρ’ αὐτοῦ παρέσχεν, οὐ διακρίνας θήλειαν ἄρρενος, οὐ λογικὸν ἀλόγου, καὶ καθάπαξ οὐδενὸς οὐδέν, ἰσότητι δὲ καὶ κοινότητι μερίσας τὸ βλέπειν ὁμοίως ἑνὶ κελεύσματι πᾶσι κεχάρισται. οἱ νόμοι δέ, φησίν, ἀνθρώπων ἀμαθίαν κολάζειν μὴ δυνάμενοι παρανομεῖν ἐδίδαξαν· ἡ γὰρ ἰδιότης τῶν νόμων τὴν κοινωνίαν τοῦ θείου νόμου κατέτεμεν καὶ παρατρώγει, μὴ συνιεὶς τὸ τοῦ ἀποστόλου ῥητόν, λέγοντος διὰ νόμου τὴν ἁμαρτίαν ἔγνων· τό τε ἐμὸν καὶ τὸ σόν φησι διὰ τῶν νόμων παρεισελθεῖν, μηκέτι εἰς καινότητα κοινά τε γὰρ καρπουμένων μήτε γῆν μήτε κτήματα, ἀλλὰ μηδὲ γάμον· κοινῇ γὰρ ἅπασιν ἐποίησε τὰς ἀμπέλους, αἳ μήτε στρουθὸν μήτε κλέπτην ἀπαρνοῦνται, καὶ τὸν σῖτον οὕτως καὶ τοὺς ἄλλους καρπούς. ἡ δὲ κοινωνία παρανομηθεῖσα καὶ τὰ τῆς ἰσότητος ἐγέννησε θρεμμάτων καὶ καρπῶν κλέπτην.