Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 3

15.96 Αὖθίς τε ὅταν φῇ καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, οἷον ἐπεξηγούμενος πάλιν λέγει· ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς. οὐ γὰρ τοῖς ἐγκρατῶς χρωμένοις τῷ γάμῳ ἐπὶ παιδοποιίᾳ μόνῃ διὰ τὴν ἀκρασίαν φησίν, ἀλλὰ τοῖς καὶ πέρα παιδοποιίας προβαίνειν ἐπιθυμοῦσιν, ὡς μὴ πολὺ ἐπιπνεύσας ὁ δἰ ἐναντίας ἐκκυμήνῃ τὴν ὄρεξιν εἰς ἀλλοτρίας ἡδονάς. τάχα δὲ ἐπεὶ τοῖς δικαίως βιοῦσιν ἀνθίσταται διὰ ζῆλον καὶ ἀντιφιλονικεῖ, ὑπάγεσθαι τούτους τῷ ἑαυτοῦ τάγματι βουλόμενος, ἀφορμὰς δἰ ἐγκρατείας ἐπιπόνου παρέχειν τούτοις βούλεται.
15.97 εἰκότως οὖν φησι· κρεῖττον γαμεῖν ἢ πυροῦσθαι, ὅπως ὁ ἀνὴρ ἀποδιδῷ τῇ γυναικὶ τὴν ὀφειλὴν καὶ ἡ γυνὴ τῷ ἀνδρί, καὶ μὴ ἀποστερῶσιν ἀλλήλους τῆς διὰ τῆς θείας οἰκονομίας εἰς γένεσιν δοθείσης βοηθείας. ὃς δ’ ἂν μὴ μισήσῃ, φασί, πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα, ἐμὸς εἶναι μαθητὴς οὐ δύναται. οὐ τὸ γένος μισεῖν παρακελεύεται· τίμα, γάρ φησι, πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται, ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου· οἶκος μὲν γὰρ ἐκ γένους συνίσταται, πόλεις δὲ ἐξ οἴκων, καθὼς καὶ ὁ Παῦλος τοὺς περὶ γάμον ἀσχολουμένους κόσμῳ ἀρέσκειν ἔφη.
15.97 Πάλιν ὁ κύριός φησιν· ὁ γήμας μὴ ἐκβαλλέτω καὶ ὁ μὴ γαμήσας μὴ γαμείτω, ὁ κατὰ πρόθεσιν εὐνουχίας ὁμολογήσας μὴ γῆμαι ἄγαμος διαμενέτω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme