Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 3

16.101 εἰ δὲ καὶ πᾶς ὁ ἐπιστρέφων ἐξ ἁμαρτίας ἐπὶ τὴν πίστιν ἀπὸ τῆς συνηθείας τῆς ἁμαρτωλοῦ οἷον μητρὸς ἐπὶ τὴν ζωὴν ἐπιστρέφει, μαρτυρήσει μοι εἷς τῶν δώδεκα προφητῶν φήσας, εἰ δῶ πρωτότοκα ὑπὲρ ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου. οὐ διαβάλλει τὸν εἰπόντα αὐξάνεσθε καὶ πληθύνεσθε, ἀλλὰ τὰς πρώτας ἐκ γενέσεως ὁρμάς, καθ’ ἃς θεὸν οὐ γινώσκομεν, ἀσεβείας λέγει. εἰ δέ τις κατὰ τοῦτο λέγει κακὴν τὴν γένεσιν, καὶ κατ’ ἐκεῖνο εἰπάτω ἀγαθήν, καθὸ ἐν αὐτῇ τὴν ἀλήθειαν γινώσκομεν· ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσι, δηλαδὴ οἱ ἁμαρτάνοντες· ἐπειδὴ ἡ πάλη ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικά, δυνατοὶ δὲ ἐκπειράσαι οἱ κοσμοκράτορες τοῦ σκότους, διὰ τοῦτο αἱ συγγνῶμαι. διὰ τοῦτο καὶ ὁ Παῦλος αὐτό μου τὸ σῶμα ὑποπιέζω καὶ δουλαγωγῶ φησίν, ὅτι πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται (ἀντὶ τοῦ εἰς πάντα ἐγκρατεύεται, οὐ πάντων ἀπεχόμενος, ἀλλ’ οἷς ἔκρινεν, ἐγκρατῶς χρώμενος), ἐκεῖνοι μὲν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἵνα ἄφθαρτον, νικῶντες ἐν τῇ πάλῃ, οὐχὶ δὲ ἀκονιτὶ στεφανούμενοι. ἤδη τινὲς καὶ τῆς παρθένου τὴν χήραν εἰς ἐγκράτειαν προτιμῶσι καταμεγαλοφρονήσασαν ἧς πεπείραται ἡδονῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme