Book 3
17.102
Εἰ δὲ ἡ γένεσις κακόν, ἐν κακῷ λεγόντων οἱ βλάσφημοι τὸν γενέσεως μετειληφότα κύριον, ἐν κακῷ τὴν γεννήσασαν παρθένον. οἴμοι τῶν κακῶν, βλασφημοῦσι τὸ βούλημα τοῦ θεοῦ καὶ τὸ μυστήριον τῆς κτίσεως, τὴν γένεσιν διαβάλλοντες. διὰ ταῦτα ἡ δόκησις Κασσιανῷ, διὰ ταῦτα καὶ Μαρκίωνι, ναὶ μὴν καὶ Οὐαλεντίνῳ τὸ σῶμα τὸ ψυχικόν, ὅτι φασίν· ὁ ἄνθρωπος παρωμοιώθη τοῖς κτήνεσιν εἰς συνδυασμὸν ἀφικνούμενος· ἀλλ’ ὅταν ἐπιβαίνειν ἀλλοτρίᾳ κοίτῃ ὀργήσας ὡς ἀληθῶς θελήσῃ, τότε τῷ ὄντι ὁ τοιοῦτος ἐκθηριοῦται· ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζεν. κἂν ἀπὸ τῶν ἀλόγων ζῴων τὴν ἐπιτήδευσιν τῆς συνουσίας ὁ ὂφις εἰληφὼς καὶ παραπείσας τῇ κοινωνίᾳ τῆς Εὔας συγκαταθέσθαι τὸν Ἀδὰμ τύχῃ, ὡς ἂν μὴ φύσει ταύτῃ κεχρημένων τῶν πρωτοπλάστων, ὡς ἀξιοῦσί τινες, ἡ κτίσις πάλιν βλασφημεῖται ἀσθενεστέρους τοὺς ἀνθρώπους τῆς τῶν ἀλόγων φύσεως πεποιηκυῖα, οἷς κατηκολούθησαν οἱ πρωτόπλαστοι τοῦ θεοῦ.
17.103
εἰ δὲ ἡ μὲν φύσις ἦγεν αὐτοὺς ὡς καὶ τὰ ἄλογα πρὸς παιδοποιίαν, ἐκινήθησαν δὲ θᾶττον ἢ προσῆκον ἦν ἔτι νέοι πεφυκότες ἀπάτῃ παραχθέντες, δικαία μὲν ἡ κρίσις τοῦ θεοῦ ἐπὶ τοὺς οὐκ ἀναμείναντας τὸ βούλημα, ἁγία δὲ ἡ γένεσις δἰ ἣν ὁ κόσμος συνέστηκεν, δἰ ἣν αἱ οὐσίαι, δἰ ἣν αἱ φύσεις, δἰ ἣν ἄγγελοι, δἰ ἣν δυνάμεις, δἰ ἣν ψυχαί, δἰ ἣν ἐντολαί, δἰ ἣν νόμος, δἰ ἣν τὸ εὐαγγέλιον, δἰ ἣν ἡ γνῶσις τοῦ θεοῦ· καὶ πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ ὁ· μὲν χόρτος ξηραίνεται, τὸ δὲ ἄνθος καταπίπτει· ἀλλὰ τὸ ῥῆμα τοῦ κυρίου μένει, τὸ χρῖσαν τὴν ψυχὴν καὶ ἑνῶσαν τῷ πνεύματι. πῶς δ’ ἂν ἄνευ τοῦ σώματος ἡ κατὰ τὴν ἐκκλησίαν καθ’ ἡμᾶς οἰκονομία τέλος ἐλάμβανεν; ὅπου γε καὶ αὐτὸς ἡ κεφαλὴ τῆς ἐκκλησίας ἐν σαρκὶ μέν, ἀειδὴς δὲ ἐλήλυθεν καὶ ἄμορφος, εἰς τὸ ἀειδὲς καὶ ἀσώματον τῆς θείας αἰτίας ἀποβλέπειν ἡμᾶς διδάσκων. δένδρον γὰρ ζωῆς, φησὶν ὁ προφήτης, ἐν ἐπιθυμίᾳ ἀγαθῇ γίνεται, διδάσκων ἐπιθυμίας ἀστείους καὶ καθαρὰς τὰς ἐν τῷ ζῶντι κυρίῳ.