Book 3
17.104
ἤδη δὲ ἐθέλουσι τὴν ἀνδρὸς κατὰ γάμον πρὸς γυναῖκα ὁμιλίαν γνῶσιν εἰρημένην ἁμαρτίαν εἶναι· ταύτην γὰρ ὑπὸ τῆς βρώσεως μηνύεσθαι τοῦ ξύλου τοῦ καλοῦ καὶ πονηροῦ, διὰ τῆς τοῦ ἔγνω σημασίας παράβασιν ἐντολῆς διδάσκουσαν. εἰ δὲ τοῦτο, καὶ ἡ τῆς ἀληθείας γνῶσις βρῶσίς ἐστι τοῦ ξύλου τῆς ζωῆς. ἔστιν οὖν κἀκείνου τοῦ ξύλου μεταλαβεῖν τὸν σώφρονα γάμον· προείρηται δὲ ἡμῖν ὡς καὶ καλῶς καὶ κακῶς ἔστι χρήσασθαι τῷ γάμῳ, καὶ τοῦτ’ ἔστι τὸ ξύλον τῆς γνώσεως, ἐὰν μὴ παρανομῶμεν τὸν γάμον. τί δέ; οὐχὶ ὁ σωτὴρ ὥσπερ τὴν ψυχήν, οὕτω δὲ καὶ τὸ σῶμα ἰᾶτο τῶν παθῶν; οὐκ ἂν δὲ εἰ ἐχθρὰ ἡ σὰρξ ἦν τῆς ψυχῆς, ἐπετείχιζεν αὐτῇ τὴν ἐχθρὰν δἰ ὑγείας ἐπισκευάζων. τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, ἡ γὰρ ἁμαρτία φθορὰ οὖσα οὐ δύναται κοινωνίαν ἔχειν μετὰ τῆς ἀφθαρσίας, ἥτις ἐστὶ δικαιοσύνη. οὕτως ἀνόητοι, φησίν, ἐστέ; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖτε;
18.105
Τὴν δικαιοσύνην τοίνυν καὶ τὴν ἁρμονίαν τοῦ σωτηρίου σεμνὴν οὖσαν καὶ βεβαίαν οἵ μὲν ἐπέτειναν, ὡς ἐπεδείξαμεν, βλασφήμως ἐκδεχόμενοι μετὰ πάσης ἀθεότητος τὴν ἐγκράτειαν, ἐξὸν ἑλέσθαι τὴν εὐνουχίαν κατὰ τὸν ὑγιῆ κανόνα μετ’ εὐσεβείας, εὐχαριστοῦντα μὲν ἐπὶ τῇ δοθείσῃ χάριτι, οὐ μισοῦντα δὲ τὴν κτίσιν οὐδὲ ἐξουθενοῦντα τοὺς γεγαμηκότας· κτιστὸς γὰρ ὁ κόσμος, κτιστὴ καὶ ἡ εὐνουχία, ἄμφω δὲ εὐχαριστούντων ἐν οἷς ἐτάχθησαν, εἰ γινώσκουσι καὶ ἐφ’ οἷς ἐτάχθησαν. οἳ δὲ ἀφηνιάσαντες ἐξύβρισαν, ἵπποι θηλυμανεῖς τῷ ὄντι γενόμενοι καὶ ἐπὶ ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντες, αὐτοί τε ἀκατασχέτως ἐκχεόμενοι καὶ τοὺς πλησίον ἀναπείθοντες φιληδονεῖν, ἀθλίως ἐπαΐοντες ἐκείνων τῶν γραφῶν, τὸν σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.