Book 3
18.106
διὰ τούτους ὁ αὐτὸς προφήτης συμβουλεύων ἡμῖν λέγει· μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν, ἔκκλινον τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς· αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, τουτέστι τῆς ἀκαθαρσίας ἀντιποιούμενοι καὶ τοὺς πλησίον τὰ ὅμοια ἐκδιδάσκοντες, πολεμισταί, πλῆκται ταῖς οὐραῖς αὐτῶν, κατὰ τὸν προφήτην, ἃς κέρκους Ἕλληνες καλοῦσιν. εἶεν δ’ ἂν οὓς αἰνίσσεται ἡ προφητεία, καταφερεῖς, ἀκρατεῖς, οἱ ταῖς οὐραῖς αὐτῶν πολεμισταί, σκότους καὶ ὀργῆς τέκνα, μιαιφόνοι αὐτῶν τε αὐθένται καὶ τῶν πλησίον ἀνδροφόνοι. ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, ὁ ἀπόστολος ἡμῖν ἐμβοᾷ. καὶ πάλιν ἀσχάλλων ἐπὶ τοιούτοις τισὶ διατάττεται μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, λέγει, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ὡς ἔζων κατὰ τὰς ἐπιθυμίας, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς διὰ τῆς τῶν ἐντολῶν ὑπακοῆς ἁγνῶς καὶ μακαρίως· ὥστε τότε μὲν ἔζων ἐν σαρκὶ σαρκικῶς, ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ.