Book 3
18.107
εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, τῆς ἐναντίας πολιτείας ἀποτρέπων ἡμᾶς ὁ κύριος λέγει, ἐπεὶ ἡ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. καὶ αὗταί εἰσιν αἱ ὁδοὶ πάντων τῶν συντελούντων τὰ ἄνομα. οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, φησὶν ὁ κύριος· καλὸν ἦν αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι· κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι· τὸ γὰρ ὄνομα τοῦ θεοῦ δἰ αὐτοὺς βλασφημεῖται. ὅθεν γενναίως ὁ ἀπόστολος ἔγραψα ὑμῖν φησὶν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις ἕως τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι. καὶ ὅτι οὐ τὸν γάμον πορνείαν λέγει, ἐπιφέρει· ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἢ πόρνην τις ἐρεῖ τὴν παρθένον πρὶν ἢ γῆμαι; καὶ μὴ ἀποστερεῖτε, φησίν, ἀλλήλους, εἰ μὴ ἐκ συμφώνου πρὸς καιρόν, διὰ τῆς ἀποστερεῖτε λέξεως τὸ ὀφείλημα τοῦ γάμου, τὴν παιδοποιίαν, ἐμφαίνων, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἐδήλωσεν εἰπών, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί,
18.108
μεθ’ ἣν ἔκτισιν κατὰ τὴν οἰκουρίαν καὶ τὴν ἐν Χριστῷ πίστιν βοηθός, καὶ ἔτι σαφέστερον εἰπών· τοῖς γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς ἕως νῦν δὲ ἅγιά ἐστι. τί δὲ λέγουσι πρὸς ταῦτα οἱ τοῦ νόμου κατατρέχοντες καὶ τοῦ γάμου ὡς κατὰ νόμον συγκεχωρημένου μόνον, οὐχὶ δὲ καὶ κατὰ τὴν διαθήκην τὴν καινήν; τί πρὸς ταύτας εἰπεῖν ἔχουσι τὰς νομοθεσίας οἱ τὴν σπορὰν καὶ τὴν γένεσιν μυσαττόμενοι; ἐπεὶ καὶ τὸν ἐπίσκοπον τοῦ οἴκου καλῶς προϊστάμενον νομοθετεῖ τῆς ἐκκλησίας ἀφηγεῖσθαι, οἶκον δὲ κυριακὸν μιᾶς γυναικὸς συνίστησι συζυγία.