Book 3
18.109
πάντα οὖν καθαρὰ τοῖς καθαροῖς, λέγει, τοῖς δὲ μεμιαμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίαται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. ἐπὶ δὲ τῆς παρὰ τὸν κανόνα ἡδονῆς μὴ πλανᾶσθε φησίν· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. καὶ ἡμεῖς μὲν ἀπελουσάμεθα, οἱ ἐν τούτοις γενόμενοι, οἳ δέ, εἰς ταύτην ἀπολούοντες τὴν ἀσέλγειαν, ἐκ σωφροσύνης εἰς πορνείαν βαπτίζουσι, ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι χαρίζεσθαι δογματίζοντες, ἀκρατεῖς ἐκ σωφρόνων εἶναι διδάσκοντες καὶ τὴν ἐλπίδα τὴν σφῶν ταῖς τῶν μορίων ἀναισχυντίαις προσανέχοντες, ἀποκηρύκτους εἶναι τῆς βασιλείας τοῦ θεοῦ, ἀλλ’ οὐκ ἐγγράφους τοὺς φοιτητὰς παρασκευάζοντες, ψευδωνύμου γνώσεως προσηγορίᾳ τὴν εἰς τὸ ἐξώτερον σκότος ὁδοιπορίαν ἐπανῃρημένοι. τὸ λοιπόν, ἀδελφοί, ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ὅσα καὶ ἐμάθετε ἃ καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.
18.110
καὶ ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ τὰ ὅμοια λέγει· ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν, τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ›ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.‹
18.110
Ἀλλὰ γὰρ πέρα τοῦ δέοντος ἡ πρὸς τοὺς ψευδωνύμους τῆς γνώσεως ὑποκριτὰς ἀναγκαία γενομένη ἀπήγαγεν ἡμᾶς καὶ εἰς μακρὸν ἐξέτεινε τὸν λόγον ἀντιλογία. ὅθεν καὶ ὁ τρίτος ἡμῖν τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων Στρωματεὺς τοῦτο ἔχει τὸ πέρας.