Book 4
6.36
ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, μακάριοι φησὶν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. πραεῖς δέ εἰσιν οἱ τὴν ἄσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν. πραεῖς δὲ τοὺς κατὰ προαίρεσιν, οὐ κατ’ ἀνάγκην ἐπαινεῖ. εἰσὶ γὰρ παρὰ κυρίῳ καὶ μισθοὶ καὶ μοναὶ πλείονες κατὰ ἀναλογίαν βίων· ὃς γὰρ ἂν δέξηται, φησί, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὃς ἂν δέξηται δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται, καὶ ὃς ἂν δέξηται ἕνα τῶν μαθητῶν τούτων τῶν μικρῶν, τὸν μισθὸν οὐκ ἀπολέσει. πάλιν τε αὐ τὰς κατ’ ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς. διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ διὰ τοῦ ἑκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπ’ ἴσης δίκαιον μεμήνυκεν διὰ τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων.
6.37
ἐργάσονται μὲν οὖν κατὰ τὰς μονὰς τὰς ἀναλόγους ὧν κατηξιώθησαν γερῶν, συνεργοὶ τῆς ἀρρήτου οἰκονομίας καὶ λειτουργίας. οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προκεκρίσθαι, φησὶν ὁ Πλάτων, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοι· διὰ σαφεστέρων τε αὖ τὸ αὐτὸ ὧδέ πως λέγει· τούτων δὲ αὐτῶν οἱ ἐν φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε σωμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἅπαντα χρόνον, καίτοι σχήματά τινα περιτίθησι ταῖς μὲν ἀέρινα αὐτῶν, ταῖς δὲ καὶ πύρινα. ἔτι ἐπιφέρει· καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι. ὅθεν εἰκότως μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. οἱ γὰρ μετανοήσαντες ἐφ’ οἷς κακῶς προβεβιώκασιν, εἰς τὴν κλῆσιν παρέσονται· τοῦτο γάρ ἐστι τὸ παρακληθῆναι. τοῦ μετανοοῦντος δὲ τρόποι δύο, ὁ μὲν κοινότερος φόβος ἐπὶ τοῖς πραχθεῖσιν, ὁ δὲ ἰδιαίτερος ἡ δυσωπία ἡ πρὸς ἑαυτὴν τῆς ψυχῆς ἐκ συνειδήσεως, εἴτ’ οὖν ἐνταῦθα εἴτε καὶ ἀλλαχῇ, ἐπεὶ μηδεὶς τόπος ἀργὸς εὐποιίας θεοῦ.