Book 4
7.48
ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός, οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας πύθοἰ ἂν, οὐδ’ εἰ δεσμὰ πάντα προσβάλοις, ἀφόβως ἀνδρεϊζομένη παρὰ τῇ τραγῳδίᾳ λέγει γυνή. ἥ τε Ἀντιγόνη τοῦ Κρεοντείου καταφρονοῦσα κηρύγματος θαρσοῦσά φησιν· οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύσσων τάδε· θεὸς δὲ ἡμῖν κηρύσσει καὶ πειστέον αὐτῷ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.‹ εἰκότως οὖν Σιμωνίδης γράφει· ἔστι τις λόγος τὰν Ἀρετὰν ναίειν δυσαμβάτοις ἐπὶ πέτραις, νυμφᾶν δέ μιν θοᾶν χορὸν ἁγνὸν ἀμφέπειν· οὐδὲ πάντων βλεφάροις θνατῶν ἔσοπτος, ᾧ μὴ δακέθυμος ἱδρὼς ἔνδοθεν μόλῃ ἵκῃ τ’ ἐς ἄκρον ἀνδρείᾳ.
7.49
καὶ ὁ Πίνδαρος· νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκουσι, λάμπει δὲ χρόνῳ ἔργα μετ’ αἰθέρα λαμπευθέντα. ταύτης τῆς ἐννοίας καὶ Αἰσχύλος ἐπιλαβόμενός φησι· τῷ πονοῦντι δ’ ἐκ θεῶν ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος. μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι καθ’ Ἡράκλειτον. τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, τῷ Τιμοθέῳ γράφει. εἴη δ’ ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν· εἰ δὲ ὁ θεὸς τῆς ἐλπίδος οὗτός ἐστιν ᾧ μαρτυροῦμεν, ὥσπερ οὖν ἐστι, τὴν ἐλπίδα ἡμῶν ὁμολογοῦμεν εἰς τὴν ἐλπίδα σπεύδοντες· οἱ δὲ μεστοὶ τῆς ἀγαθωσύνης πεπληρωμένοι, φησί, πάσης τῆς γνώσεως.