Book 4
2.5
βαδιστέον δὲ τὸ μετὰ τοῦτο ἤδη καὶ τὴν λοιπὴν ἑαυτοῖς ἐξευρετέον, ὥσπερ φασὶ καὶ δούλῳ τινὶ χρωμένῳ ποτὲ τί ἂν ποιῶν τὸν δεσπότην ἀρέσαιτο ἀνειπεῖν τὴν Πυθίαν, εὑρήσεις ἐὰν ζητήσῃς. χαλεπὸν οὖν τῷ ὄντι ὡς ἔοικεν λανθάνον καλὸν ἐξευρεῖν, ἐπεὶ τῆς ἀρετῆς ἱδρὼς πρόκειται, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηται, ῥηιδίη δἢπειτα πέλει, χαλεπή περ ἐοῦσα. στενὴ γὰρ τῷ ὄντι καὶ τεθλιμμένη ἡ ὁδὸς κυρίου, καὶ βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ ὅθεν ζήτει φησὶ καὶ εὑρήσεις, τῆς βασιλικῆς ὄντως ἐχόμενος ὁδοῦ καὶ μὴ παρεκτρέχων.
2.6
εἰκότως οὖν πολὺ τὸ γόνιμον ἐν ὀλίγῳ σπέρματι τῶν ἐμπεριεχομένων τῇδε τῇ πραγματείᾳ δογμάτων, ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ, φησὶν ἡ γραφή. ᾗ καὶ τὴν ἐπιγραφὴν κυρίαν ἔχουσιν οἱ τῶν ὑπομνημάτων Στρωματεῖς ἀτεχνῶς κατὰ τὴν παλαιὰν ἐκείνην ἀπηνθισμένοι προσφοράν, περὶ ἧς ὁ Σοφοκλῆς γράφει· ἦν μὲν γὰρ οἰὸς μαλλός, ἦν δ’ ἀπ’ ἀμπέλων σπονδή τε καὶ ῥὰξ εὖ τεθησαυρισμένη, ἐνῆν δὲ παγκάρπεια συμμιγὴς ὀλαῖς λίπος τ’ ἐλαίου καὶ τὸ ποικιλώτατον ξανθῆς μελίσσης κηρόπλαστον ὄργανον.
2.7
αὐτίκα οἱ Στρωματεῖς ἡμῶν, κατὰ τὸν γεωργὸν Τιμοκλέους τοῦ κωμικοῦ σῦκα, ἔλαιον, ἰσχάδας, μέλι προσοδεύουσι, καθάπερ ἐκ παμφόρου χωρίου. δἰ ἣν εὐκαρπίαν ἐπιφέρει· σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις, ἐπιφωνεῖν γὰρ εἰώθεσαν Ἀθηναῖοι· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀναψήσασθαι. χρὴ τοίνυν πολλάκις ὡς ἐν τοῖς πλοκάνοις διασείοντας καὶ ἀναρριπτοῦντας τὴν πολυμιγίαν τῶν σπερμάτων τὸν πυρὸν ἐκλέγειν.