Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

3.8 οἱ πολλοὶ δὲ τῇ τῶν χειμώνων καταστάσει ὁμοίαν ἔχουσι τὴν διάθεσιν ἀνέδραστόν τε καὶ ἀλόγιστον. Πολλὰ ἀπιστία δέδρακεν ἀγαθὰ καὶ πίστις κακά. ὅ τε Ἐπίχαρμος μέμνασο ἀπιστεῖν φησίν· ἄρθρα ταῦτα τῶν φρενῶν. αὐτίκα τὸ μὲν ἀπιστεῖν τῇ ἀληθείᾳ θάνατον φέρει ὡς τὸ πιστεύειν ζωήν, ἔμπαλιν δὲ τὸ πιστεύειν τῷ ψεύδει, ἀπιστεῖν δὲ τῇ ἀληθείᾳ εἰς ἀπώλειαν ὑποσύρει. ὁ αὐτὸς λόγος ἐπί τε ἐγκρατείας καὶ ἀκρασίας. ἐγκρατεύεσθαι μὲν γὰρ ἀγαθοεργίας κακίας ἔργον, ἀπέχεσθαι δὲ ἀδικίας σωτηρίας ἀρχή. ᾗ μοι δοκεῖ τὸ σάββατον δἰ ἀποχῆς κακῶν ἐγκράτειαν αἰνίσσεσθαι καὶ τί ποτ’ ἐστὶν ᾧ διαφέρει θηρίων ἄνθρωπος. τούτου τε αὖ οἱ τοῦ θεοῦ ἄγγελοι σοφώτεροι· ἠλάττωσας αὐτόν, φησί, βραχύ τι παρ’ ἀγγέλους· οὐ γὰρ ἐπὶ τοῦ κυρίου ἐκδέχονται τὴν γραφήν *καίτοι κἀκεῖνος σάρκα ἔφερεν), ἐπὶ δὲ τοῦ τελείου καὶ γνωστικοῦ τῷ χρόνῳ καὶ τῷ ἐνδύματι ἐλαττουμένου παρὰ τοὺς ἀγγέλους. οὐκοῦν ἄλλο τι σοφίαν παρὰ τὴν ἐπιστήμην λέγω, ἐπεὶ μὴ διαφέρει ζωή· κοινὸν γὰρ τῇ φύσει τῇ θνητῇ, τουτέστι τῷ ἀνθρώπῳ, πρὸς τὸ ἀθανασίας κατηξιωμένον τὸ ζῆν, ἕξιν θεωρίας τε καὶ ἐγκρατείας θατέρου διαφέροντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme