Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

16.100 ταῦτα μὲν περὶ τῆς γνώσεως ὁ ἀπόστολος· τὴν δὲ κοινὴν διδασκαλίαν τῆς πίστεως ὀσμὴν γνώσεως εἴρηκεν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα τοῖς πολλοῖς ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον κατὰ τὴν πρὸς τὸν κύριον ἐπιστροφήν. διὰ τοῦτο καὶ ἀνάστασιν ἔδειξε τοῖς διορᾶν δυναμένοις τὴν ἔτι ἐν σαρκὶ ἐκ τοῦ βίου τοῦ ἕρποντος ἐπὶ κοιλίᾳ. ἔνθεν καὶ γεννήματα ἐχιδνῶν τοὺς τοιούτους ἐκάλεσεν, τοὺς φιληδόνους, τοὺς γαστρὶ καὶ αἰδοίοις δουλεύοντας, καὶ τὰς ἀλλήλων διὰ τὰς κοσμικὰς ἐπιθυμίας ἀποτέμνοντας κεφαλάς. τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσσῃ, φησὶν Ἰωάννης τελείους εἶναι διδάσκων, ἀλλ’ ἐν ἔργῳ καὶ ἀληθείᾳ. ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν. εἰ δὲ ἀγάπη ὁ θεός, ἀγάπη καὶ ἡ θεοσέβεια· φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. αὕτη ἐστὶν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. πάλιν τε αὖ τῷ γνωστικῷ ποθοῦντι γενέσθαι γέγραπται· ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ· πίστεως γάρ, οἶμαι, τελειότης πρὸς τὴν κοινὴν διαστέλλεται πίστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme