Book 4
16.103
ἐπιφέρει γοῦν· περὶ ἡμῶν κρεῖττόν τι προειδομένου τοῦ θεοῦ, ἀγαθὸς γὰρ ἦν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος ἅγιον καὶ διειδὲς μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δἰ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. ὅτι μὲν οὖν μίαν σωτηρίαν λέγει ἐν Χριστῷ τῶν δικαίων καὶ ἡμῶν, σαφῶς μὲν εἴρηκεν πρότερον, οὐδὲν δὲ ἧττον καὶ περὶ Μωυσέως λέγων ἐπιφέρει· μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν· πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. ἡ θεία σοφία περὶ τῶν μαρτύρων λέγει· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἳ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.
16.104
εἶτα ἐπάγει, κάθαρσιν ἔνδοξον τὸ μαρτύριον διδάσκουσα· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτούς, τουτέστιν εἰς δοκίμιον καὶ δυσωπίαν τοῦ πειράζοντος εἴασεν αὐτοὺς πειρασθῆναι, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, υἱοὺς κληθῆναι δηλονότι· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. κρινοῦσιν ἔθην καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας.