Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

19.119 πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν διὰ πίστεως ἀναλύουσα δόγμα· καὶ δὴ τὸν μὲν ἐτιθάσευσεν, ἀνέστειλεν δὲ τὸν Ἀμὰν καὶ τὸν Ἰσραὴλ τῇ τελείᾳ πρὸς τὸν θεὸν δεήσει ἀπαθῆ διεφύλαξεν. σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελφήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ’ Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.
19.120 Ναὶ μὴν Δίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δἰ ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθ’ ὅσον τὰ γυμνὰ τὸ ὕδωρ ἔσκεπεν, εἶτα κατ’ ὀλίγον αὖθις ἀνιοῦσαν ἐπενδύσασθαι. ἢ γὰρ οὐχὶ καὶ βασάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἡ Ἀττική; συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχου ἐπιβουλὴν οὐδ’ ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα στρεβλουμένη. φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι. τὰ ὅμοια λέγει καὶ ὁ τὴν Δαναΐδα πεποιηκὼς ἐπὶ τῶν Δαναοῦ θυγατέρων ὧδε· καὶ τότ’ ἄρ’ ὡπλίζοντο θοῶς Δαναοῖο θύγατρες πρόσθεν ἐυρρεῖος ποταμοῦ Νείλοιο ἄνακτος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme