Book 4
22.136
αὐτίκα ἐκ προσώπου τοῦ θεοῦ τῷ κυρίῳ λέλεκται· αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, αἴτημα τὸ βασιλικώτατον διδάσκων αἰτεῖσθαι τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀμισθί, ἵνα δὴ ἡμεῖς κληρονομήσωμεν καὶ κτησώμεθα τὸν κύριον. ἔμπαλιν γὰρ χρείας τινὸς ἕνεκεν, ἵνα μοι τόδε γένηται καὶ τόδε μὴ γένηται, τῆς ἐπιστήμης ἐφίεσθαι τῆς περὶ τὸν θεὸν οὐκ ἴδιον γνωστικοῦ, ἀπόχρη δ’ αὐτῷ αἰτία τῆς θεωρίας ἡ γνῶσις αὐτή. τολμήσας γὰρ εἴποιμ’ ἄν, οὐ διὰ τὸ σῴζεσθαι βούλεσθαι τὴν γνῶσιν αἱρήσεται ὁ δἰ αὐτὴν τὴν θείαν ἐπιστήμην μεθέπων τὴν γνῶσιν· τὸ μὲν γὰρ νοεῖν ἐκ συνασκήσεως εἰς τὸ ἀεὶ νοεῖν ἐκτείνεται, τὸ δὲ ἀεὶ νοεῖν, οὐσία τοῦ γινώσκοντος κατὰ ἀνάκρασιν ἀδιάστατον γενομένη καὶ ἀίδιος θεωρία, ζῶσα ὑπόστασις μένει. εἰ γοῦν τις καθ’ ὑπόθεσιν προθείη τῷ γνωστικῷ, πότερον ἑλέσθαι βούλοιτο, τὴν γνῶσιν τοῦ θεοῦ ἢ τὴν σωτηρίαν τὴν αἰώνιον, εἴη δὲ ταῦτα κεχωρισμένα (παντὸς μᾶλλον ἐν ταὐτότητι ὄντα), οὐδὲ κα θ’ ὁτιοῦν διστάσας ἕλοιτ’ ἂν τὴν γνῶσιν τοῦ θεοῦ, δἰ αὑτὴν αἱρετὴν κρίνας εἶναι τὴν ἐπαναβεβηκυῖαν τῆς πίστεως δἰ ἀγάπην εἰς γνῶσιν ἰδιότητα.
22.137
αὕτη τοίνυν ἡ πρώτη ἀγαθοποιία τοῦ τελείου, ὅταν μὴ διά τι χρειῶδες τῶν εἰς αὐτὸν συντεινόντων γίνηται, κρίναντος δ’ ὅτι καλὸν τὸ ἀγαθὸν ποιεῖν, ἐκτενῶς ἡ ἐνέργεια φερομένη ἐν πάσῃ πράξει ἀγαθύνηται, οὐκ ἐφ’ ὧν μέν, ἐφ’ ὧν δ’ οὔ, ἀλλ’ ἐν ἕξει εὐποιίας καταστᾶσα μήτε διὰ δόξαν ἔτι ἤ, ὥς φασιν οἱ φιλόσοφοι, τὴν εὔκλειαν μήτε διὰ μισθὸν εἴτε παρὰ ἀνθρώπων εἴτε καὶ ἐκ θεοῦ· κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τοῦ κυρίου τὸν βίον ἐκτελοίη. κἄν πως ἀγαθοεργοῦντι αὐτῷ ἐναντίον τι ἀπαντήσῃ, ὡς ἀγαθὴν τὴν ἀντιμισθίαν ἀμνησικάκως προήσεται, ἐπὶ δικαίους καὶ ἀδίκους δίκαιος καὶ ἀγαθὸς γινόμενος. τοιούτοις τισὶν ὁ κύριος λέγει· γίνεσθε ὡς ὁ πατὴρ ὑμῶν τέλειος. τούτῳ τέθνηκεν ἡ σάρξ, ζῇ δὲ αὐτὸς μόνος ἀφιερώσας τὸν τάφον εἰς ναὸν ἅγιον κυρίῳ, τὴν παλαιὰν ἁμαρτητικὴν ψυχὴν ἐπιστρέψας πρὸς θεόν.