Book 4
23.150
Ὁ μὲν οὖν ἄνθρωπος ἁπλῶς οὕτως κατ’ ἰδέαν πλάσσεται τοῦ συμφυοῦς πνεύματος· οὐδὲ γὰρ ἀνείδεος οὐδ’ ἀσχημάτιστος ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ δημιουργεῖται, ἔνθα μυστικῶς ἀνθρώπου ἐκτελεῖται γένεσις, κοινῆς οὔσης καὶ τῆς τέχνης καὶ τῆς οὐσίας, ὁ δέ τις ἄνθρωπος κατὰ τύπωσιν τὴν ἐγγινομένην τῇ ψυχῇ ὧν ἂν αἱρήσηται χαρακτηρίζεται. ᾗ καὶ τὸν Ἀδὰμ τέλειον μὲν ὡς πρὸς τὴν πλάσιν γεγονέναι φαμέν· οὐδὲν γὰρ τῶν χαρακτηριζόντων τὴν ἀνθρώπου ἰδέαν τε καὶ μορφὴν ἐνεδέησεν αὐτῷ. ὃ δὲ ἐν τῷ γίνεσθαι τὴν τελείωσιν ἐλάμβανεν καὶ δἰ ὑπακοῆς ἐδικαιοῦτο, τοῦτο ἦν ἀπανδρούμενον τὸ ἐπ’ αὐτῷ κείμενον· αἰτίᾳ δὲ ἑλομένου, καὶ ἔτι μᾶλλον τὸ κωλυθὲν ἑλομένου, ὁ θεὸς ἀναίτιος· διττὴ γὰρ ἡ γένεσις, ἣ μὲν τῶν γεννωμένων, ἣ δὲ τῶν γινομένων.
23.151
καὶ ἡ μὲν τοῦ ἀνθρώπου ἀνδρεία ἐμπαθοῦς ὄντος, φασί, κατὰ τὴν οὐσίαν ἄφοβον καὶ ἀήττητον τὸν μετέχοντα αὐτῆς ποιεῖ, καὶ ἔστι δορυφόρος τοῦ νοῦ ὁ θυμὸς ἐν ὑπομονῇ καὶ καρτερίᾳ καὶ τοῖς ὁμοίοις, ἐπὶ δὲ τῇ ἐπιθυμίᾳ τάττεται καὶ ἡ σωφροσύνη καὶ ἡ σωτήριος φρόνησις, θεὸς δὲ ἀπαθὴς ἄθυμός τε καὶ ἀνεπιθύμητος· καὶ οὐ ταύτῃ ἄφοβος ᾗ τὰ δεινὰ οὐκ ἐκκλίνει οὐδὲ μὴν σώφρων ᾗ τῶν ἐπιθυμιῶν ἄρχει· οὔτε γὰρ ἂν περιπέσοι τινὶ δεινῷ ἡ τοῦ θεοῦ φύσις οὔτε φεύγει ὁ θεὸς δειλίαν, ὥσπερ οὐδὲ ἐπιθυμήσει, ἵνα καὶ ἄρξῃ ἐπιθυμίας. μυστικῶς οὖν ἐφ’ ἡμῶν καὶ τὸ Πυθαγόρειον ἐλέγετο ἕνα γενέσθαι καὶ τὸν ἄνθρωπον δεῖν, ἐπεὶ καὶ αὐτὸς ὁ ἀρχιερεὺς εἷς, ἑνὸς ὄντος τοῦ θεοῦ κατὰ τὴν ἀμετάτρεπτον τοῦ ἀεὶ θεῖν τὰ ἀγαθὰ ἕξιν.