Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

24.154 ἐνταῦθα οὖν ὁ ἀγαθὸς θεὸς διὰ τρεῖς ταύτας παιδεύει αἰτίας· πρῶτον μὲν τὴν ἵν’ αὐτὸς ἀμείνων αὑτοῦ γένηται ὁ παιδευόμενος, εἰςἔπειτα ὅπως οἱ δἰ ὑποδειγμάτων σωθῆναι δυνάμενοι προανακρούωνται νουθετούμενοι, καὶ τρίτον ὡς μὴ ὁ ἀδικούμενος εὐκαταφρόνητος ᾖ καὶ ἐπιτήδειος ἀδικεῖσθαι. δύο δὲ καὶ οἱ τρόποι τῆς ἐπανορθώσεως, ὃ μὲν διδασκαλικός, ὃ δὲ κολαστικός, ὃν καὶ παιδευτικὸν εἰρήκαμεν. ἰστέον μέντοι τοὺς μετὰ τὸ λουτρὸν τοῖς ἁμαρτήμασι περιπίπτοντας τούτους εἶναι τοὺς παιδευομένους· τὰ μὲν γὰρ προενεργηθέντα ἀφείθη, τὰ δὲ ἐπιγινόμενα ἐκκαθαίρεται. περὶ τῶν ἀπίστων εἴρηται λελογίσθαι τούτους ὡς χνοῦν, ὅν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, καὶ ὡς σταγόνα ἀπὸ κάδου.
25.155 Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συνέστη καὶ † ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν ἔργων μελέτημα προσίζει. εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι· νοῦς δὲ χώρα ἰδεῶν, νοῦς δὲ ὁ θεός. τὸν οὖν ἀοράτου θεοῦ θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζῶντα εἴρηκεν καὶ ἐν τῷ Σοφιστῇ δὲ τὸν Ἐλεάτην ξένον διαλεκτικὸν ὄντα ὁ Σωκράτης θεὸν ὠνόμασεν, οἵους τοὺς θεοὺς ξείνοισιν ἐοικότας ἀλλοδαποῖσιν ἐπιφοιτῶντας τοῖς ἄστεσιν . ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβᾶσα καθ’ ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ κορυφαῖος, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ τε ἔσται, θεωρητικὸς ὤν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι οἶος πεπνυμένος, τοὶ δ’ ὡς σκιαὶ ἀίσσουσιν· νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς. ὅθεν Ἱερεμίας λέγει· πληρώσω αὐτὴν νεκρῶν γηγενῶν, οὓς ἔπαισεν ἡ ὀργή μου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme