Book 4
25.156
ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἄλλα τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἔχει καὶ διέξοδον. πᾶσαι δὲ αἱ δυνάμεις τοῦ πνεύματος συλλήβδην μὲν ἕν τι πρᾶγμα γενόμεναι συντελοῦσιν εἰς τὸ αὐτό, τὸν υἱόν, ἀπαρέμφατος δέ ἐστι τῆς περὶ ἑκάστης αὐτοῦ τῶν δυνάμεων ἐννοίας. καὶ δὴ οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἕν, οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ’ ὡς πάντα ἕν. ἔνθεν καὶ πάντα· κύκλος γὰρ ὁ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλουμένων καὶ ἑνουμένων.
25.157
διὰ τοῦτο ἄλφα καὶ ὦ ὁ λόγος εἴρηται, οὗ μόνου τὸ τέλος ἀρχὴ γίνεται καὶ τελευτᾷ πάλιν ἐπὶ τὴν ἄνωθεν ἀρχήν, οὐδαμοῦ διάστασιν λαβών. διὸ δὴ καὶ τὸ εἰς αὐτὸν καὶ τὸ δἰ αὐτοῦ πιστεῦσαι μοναδικόν ἐστι γενέσθαι, ἀπερισπάστως ἑνούμενον ἐν αὐτῷ, τὸ δὲ ἀπιστῆσαι διστάσαι ἐστὶ καὶ διαστῆναι καὶ μερισθῆναι. διὰ τοῦτο τάδε λέγει κύριος· πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος ἐστι σαρκί, τουτέστιν ἀκάθαρτος σώματί τε καὶ πνεύματι, οὐκ εἰσελεύσεται εἰς τὰ ἅγια ἀπὸ τῶν ἀλλογενῶν ἐν μέσῳ οἴκου Ἰσραήλ, ἀλλ’ ἢ οἱ Λευῖται. ἀλλογενεῖς δὲ εἴρηκεν τοὺς μὴ πιστεῦσαι βουληθέντας, ἀλλ’ ἀπιστεῖν ἐθέλοντας.
25.158
μόνοι τοίνυν οἱ καθαρῶς βιοῦντες ἱερεῖς ὄντως τοῦ θεοῦ. διὰ τοῦτο πασῶν περιτεμνομένων τῶν φυλῶν ἁγιώτεραι ἐλογίσθησαν αἱ εἰς ἀρχιερεῖς τε καὶ βασιλεῖς καὶ προφήτας χρίουσαι. ὅθεν μηδὲ ἅπτεσθαι νεκρῶν αὐτοὺς κελεύει μηδ’ ἐπεισιέναι κατοιχομένοις, οὐχ ὡς μιαροῦ τοῦ σώματος ὄντος, ἀλλ’ ὡς τῆς ἁμαρτίας καὶ ἀπειθείας σαρκικῆς τε οὔσης καὶ ἐνσωμάτου καὶ νεκρᾶς καὶ διὰ τοῦτο βδελυκτῆς. μόνῳ οὖν πατρὶ καὶ μητέρι υἱῷ τε καὶ θυγατρὶ τελευτήσαντι ἐπιτέτραπται ἐπεισιέναι τὸν ἱερέα, ὅτι συγγενεῖς οὗτοι σαρκὸς καὶ σπέρματος μόνοι, παρ’ ὧν τὴν προσεχῆ αἰτίαν τῆς εἰς τὸν βίον παρόδου καὶ ὁ ἱερεὺς εἴληφεν. καθαρίζονται δὲ καὶ οὗτοι ἡμέραις ἑπτὰ δἰ ὅσων ἡ γένεσις τελειοῦται· τῇ ἑβδόμῃ γὰρ ἡ ἀνάπαυσις θρῃσκεύεται, τῇ δὲ ὀγδόῃ ἱλασμὸν προσφέρει, ὡς ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, καθ’ ὃν ἱλασμὸν ἔστι λαβεῖν ἐστι τὴν ἐπαγγελίαν.