Book 5
3.16
ἐπεὶ καὶ ὁ ἐλπίζων, καθάπερ ὁ πιστεύων, τῷ νῷ ὁρᾷ τὰ νοητὰ καὶ τὰ μέλλοντα. εἰ τοίνυν φαμέν τι εἶναι δίκαιον, φαμὲν δὲ καὶ καλόν, ἀλλὰ καὶ ἀλήθειάν τι λέγομεν, οὐδὲν δὲ πώποτε τῶν τοιούτων τοῖς ὀφθαλμοῖς εἴδομεν ἀλλ’ ἢ μόνῳ τῷ νῷ, ὁ δὲ λόγος τοῦ θεοῦ ἐγώ φησιν εἰμὶ ἡ ἀλήθεια· νῷ ἄρα θεωρητὸς ὁ λόγος. τοὺς δὲ ἀληθινούς, ἔφη, φιλοσόφους τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δ’ ἐγώ, φιλοθεάμονας. ἐν δὲ τῷ Φαίδρῳ περὶ ἀληθείας ὡς ἰδέας λέγων ὁ Πλάτων δηλώσει . ἡ δὲ ἰδέα ἐννόημα τοῦ θεοῦ, ὅπερ οἱ βάρβαροι λόγον εἰρήκασι τοῦ θεοῦ· ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· τολμητέον γὰρ οὖν τό γε ἀληθὲς εἰπεῖν ἄλλως τε καὶ περὶ ἀληθείας λέγοντα· ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή. προελθὼν δὲ ὁ λόγος δημιουργίας αἴτιος, ἔπειτα καὶ ἑαυτὸν γεννᾷ, ὅταν ὁ λόγος σὰρξ γένηται, ἵνα καὶ θεαθῇ. ὁ τοίνυν δίκαιος ζητήσει εὕρεσιν ἀγαπητικήν, εἰς ἣν σπεύδων εὐτυχεῖ· τῷ κρούοντι, γάρ φησιν, ἀνοιγήσεται· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· οἱ γὰρ ἁρπάζοντες τὴν βασιλείαν βιασταὶ οὐ τοῖς ἐριστικοῖς λόγοις, ἐνδελεχείᾳ δὲ ὀρθοῦ βίου ἀδιαλείπτοις τε εὐχαῖς ἐκβιάζεσθαι εἴρηνται, τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ἀπηλειφότες κηλῖδας. τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῷ δ’ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει. οὖ γὰρ ἐν μέσοισι κεῖται δῶρα δυσμάχητα Μοισᾶν τὠπιτυχόντι φέρειν.