Book 5
3.18
γνωμικώτερον δὲ ὁ κωμικὸς ἐν βραχεῖ· αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ. ἀκηκόασι γάρ, οἶμαι, τῆς καλῆς ἐκείνης λεγούσης ἡμῖν σοφίας· εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. καὶ πάλιν· σοφοὶ κρύψουσιν αἴσθησιν· ἐνέχυρον γὰρ τῆς ἀληθείας τὴν ἀπόδειξιν ἀπαιτοῦσιν οἰ πολλοὶ οὐκ ἀρκούμενοι ψιλῇ τῇ ἐκ πίστεως σωτηρίᾳ. ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν· ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα Μούσης, γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο. τοῖς μὲν γὰρ κακοῖς τοῦτο σύνηθες, φησὶν ὁ Ἐμπεδοκλῆς, τὸ ἐθέλειν κρατεῖν τῶν ἀληθῶν διὰ τοῦ ἀπιστεῖν. ὅτι δέ ἐστι τὰ ἡμέτερα ἔνδοξα καὶ πιστεύεσθαι ἄξια, γνώσονται Ἕλληνες τοῦ λόγου μᾶλλον ἐξεταζομένου διὰ τῶν ἑπομένων· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἐκδιδασκόμεθα. ὅτι ἀποκρίνου φησὶν ὁ Σολομὼν τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ. διὸ καὶ τοῖς τὴν σοφίαν αἰτοῦσι τὴν παρ’ αὐτοῖς ὀρεκτέον τὰ οἰκεῖα, ὡς ἂν ῥᾷστα διὰ τῶν ἰδίων εἰς πίστιν ἀληθείας εἰκότως ἀφίκοιντο· τοῖς γὰρ πᾶσι πάντα ἐγενόμην, λέγει, ἵνα τοὺς πάντας κερδήσω, ἐπεὶ καὶ τῆς θείας χάριτος ὁ ὑετὸς ἐπὶ δικαίους καὶ ἀδίκους καταπέμπεται· ἢ Ἰουδαίων μόνων ἐστὶν ὁ θεός; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, εἴπερ εἶς ὁ θεός, ὁ γενναῖος κέκραγεν ἀπόστολος.