Book 5
4.26
αὐτίκα ὁ ἀπόστολος πρὸς ἀντιδιαστολὴν γνωστικῆς τελειότητος τὴν κοινὴν πίστιν πῇ μὲν θεμέλιον λέγει, πῇ δὲ γάλα, γράφων τὸν τρόπον τοῦτον· ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; τὰ αἱρετὰ τοῖς ἁμαρτωλοῖς τῶν ἀνθρώπων, οἱ δὲ τούτων ἀπεσχημένοι τὰ θεῖα φρονοῦσι καὶ βρώματος γνωστικοῦ μεταλαμβάνουσιν. κατὰ τὴν χάριν, φησί, τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ χρυσίον καὶ ἀργύριον, λίθους τιμίους. ταῦτα γνωστικὰ ἐποικοδομήματα τῇ κρηπῖδι τῆς πίστεως τῆς εἰς Ἰησοῦν Χριστόν, καλάμη δὲ τὰ τῶν αἱρέσεων ἐπαναθήματα καὶ ξύλα καὶ χόρτος. ὁποῖον δὲ ἑκάστου τὸ ἔργον, τὸ πῦρ δοκιμάσει. τὴν γνωστικὴν οἰκοδομὴν κἀν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ αἰνισσόμενός φησιν· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. ἀποκεκαλυμμένως δὲ οὐχ οἷόν τε ἦν τὰ τοιαῦτα τῶν χαρισμάτων ἐπιστέλλειν.
5.27
Αὐτίκα τῆς βαρβάρου φιλοσοφίας πάνυ σφόδρα ἐπικεκρυμμένως ἤρτηται τὰ Πυθαγόρεια σύμβολα.
5.27
Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λάλον καὶ ψιθυρὸν καὶ πρόγλωσσον ἄνθρωπον, μὴ δυνάμενον στέγειν ὧν ἂν μετάσχῃ, μὴ δέχεσθαι. χελιδὼν γὰρ καὶ τρυγών, ἀγροῦ στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, φησὶν ἡ γραφή, καὶ οὐ χρή ποτε φλυαρίᾳ συνοικεῖν. ναὶ μὴν γογγύζουσα ἡ τρυγὼν μέμψεως καταλαλιὰν ἀχάριστον ἐμφαίνουσα εἰκότως ἐξοικίζεται· ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. ἡ χελιδὼν δέ, ᾗ τὸν μῦθον αἰνίττεται τὸν Πανδίονος, ἀφοσιοῦσθαι ἀξία διὰ τὰ ἐπ’ ἐκείνῃ θρυλούμενα πάθη, ἐξ ὧν τὸν Τηρέα τὰ μὲν παθεῖν, τὰ δὲ καὶ δρᾶσαι παρειλήφαμεν. διώκει δὲ ἄρα καὶ τέττιγας τοὺς μουσικούς, ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου. ναὶ τὰν Ὄλυμπον καταδερκομέναν σκηπτοῦχον Ἥραν ἔστι μοι πιστὸν ταμιεῖον ἐπὶ γλώσσας, ἡ ποιητική φησιν. ὅ τε Αἰσχύλος· ἀλλ’ ἔστι κἀμοὶ κλεὶς ἐπὶ γλώσσῃ φύλαξ.