Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 5

6.38 σημεῖον γοῦν ἡγεμονικωτάτης ἀρχῆς ὁ πῖλος ὁ ὑπὲρ αὐτήν· ἄλλως τε ἀκηκόαμεν, ὡς εἴρηται· καὶ τοῦ Χριστοῦ κεφαλὴ ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ναὶ μὴν τὸ μὲν περιστήθιον ἔκ τε ἐπωμίδος, ἥ ἐστιν ἔργου σύμβολον, ἔκ τε τοῦ λογίου(τὸν λόγον δὲ τοῦτο αἰνίσσεται) ᾧ συνέστηκεν καὶ ἔστιν οὐρανοῦ εἰκὼν τοῦ λόγῳ γενομένου, τοῦ ὑποκειμένου τῇ κεφαλῇ τῶν πάντων τῷ Χριστῷ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως κινουμένου. οἱ οὖν ἐπὶ τῆς ἐπωμίδος σμαράγδου φωτεινοὶ λίθοι ἥλιον καὶ σελήνην μηνύουσι τοὺς συνεργοὺς τῆς φύσεως. χειρὸς δέ, οἶμαι, ὦμος ἀρχή. οἱ δὲ ἐπὶ τῷ στήθει τέτραχα τεταγμένοι δώδεκα τὸν ζῳδιακὸν διαγράφουσιν ἡμῖν κύκλον κατὰ τὰς τέσσαρας τοῦ ἔτους τροπάς. ἄλλως τε ἐχρῆν τῇ κεφαλῇ τῇ κυριακῇ νόμον μὲν καὶ προφήτας ὑποκεῖσθαι, δἰ ὧν οἱ δίκαιοι μηνύονται καθ’ ἑκατέρας τὰς διαθήκας· προφήτας γὰρ ἅμα καὶ δικαίους εἶναι τοὺς ἀποστόλους λέγοντες εὖ ἂν εἴποιμεν, ἑνὸς καὶ τοῦ αὐτοῦ ἐνεργοῦντος διὰ πάντων ἁγίου πνεύματος. ὥσπερ δὲ ὁ κύριος ὑπεράνω τοῦ κόσμου παντός, μᾶλλον δὲ ἐπέκεινα τοῦ νοητοῦ, οὕτως καὶ τὸ ἐν τῷ πετάλῳ ἔγγραπτον ὄνομα ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας εἶναι ἠξίωται, ἔγγραπτον δὲ διά τε τὰς ἐντολὰς τὰς ἐγγράφους διά τε τὴν αἰσθητὴν παρουσίαν. ὄνομα δὲ εἴρηται θεοῦ, ἐπεί, ὡς βλέπει τοῦ πατρὸς τὴν ἀγαθότητα, ὁ υἱὸς ἐνεργεῖ, θεὸς σωτὴρ κεκλημένος, ἡ τῶν ὅλων ἀρχή, ἥτις ἀπεικόνισται μὲν ἐκ τοῦ θεοῦ τοῦ ἀοράτου πρώτη καὶ πρὸ αἰώνων, τετύπωκεν δὲ τὰ μεθ’ ἑαυτὴν ἅπαντα γενόμενα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme