Book 5
8.48
οὐκ ἀνέγνωσαν δ’ οὗτοι Κλεάνθην τὸν φιλόσοφον, ὃς ἄντικρυς πλῆκτρον τὸν ἥλιον καλεῖ· ἐν γὰρ ταῖς ἀνατολαῖς ἐρείδων τὰς αὐγάς, οἷον πλήσσων τὸν κόσμον, εἰς τὴν ἐναρμόνιον πορείαν τὸ φῶς ἄγει· ἐκ δὲ τοῦ ἡλίου σημαίνει καὶ τὰ λοιπὰ ἄστρα. σφὶγξ δὲ οὐχ ἡ τῶν ὅλων σύνδεσις καὶ ἡ τοῦ κόσμου κατὰ τὸν ποιητὴν Ἄρατον περιφορά, ἀλλὰ τάχα μὲν ὁ διήκων πνευματικὸς τόνος καὶ συνέχων τὸν κόσμον εἴη ἄν· ἄμεινον δὲ ἐκδέχεσθαι τὸν αἰθέρα πάντα συνέχοντα καὶ σφίγγοντα, καθὰ καὶ ὁ. Ἐμπεδοκλῆς φησιν· εἰ δ’ ἄγε τοι λέξω πρῶθ’ † ἥλιον ἀρχήν, ἐξ ὧν δῆλ’ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀὴρ Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα. Ἀπολλόδωρος δ’ ὁ Κερκυραῖος τοὺς στίχους τούσδε ὑπὸ Βράγχου ἀναφωνηθῆναι τοῦ μάντεως λέγει Μιλησίους καθαίροντος ἀπὸ λοιμοῦ. ὃ μὲν γὰρ ἐπιρραίνων τὸ πλῆθος δάφνης κλάδοις προκατήρχετο τοῦ ὕμνου ὧδέ πως· μέλπετε, ὦ παῖδες, ἑκάεργον καὶ ἑκαέργαν· ἐπέψαλλεν δὲ ὡς εἰπεῖν ὁ λαός· βέδυ, ζάψ, χθώμ, πλῆκτρον, σφίγξ· κναξζβίχ, θύπτης, φλεγμό, δρώψ. μέμνηται τῆς ἱστορίας καὶ Καλλίμαχος ἐν ἰάμβοις. κναξζβὶχ δὲ κατὰ παραγωγὴν ἡ νόσος παρὰ τὸ κναίειν καὶ διαφθείρειν, θῦψαί τε τὸ κεραυνῷ φλέξαι. Θέσπις μέντοι ὁ τραγικὸς διὰ τούτων ἄλλο τι σημαίνεσθαί φησιν ὧδέ πως γράφων· ἴδε σοι σπένδω κναξζβὶχ τὸ λευκὸν ἀπὸ θηλαμόνων θλίψας κνακῶν· ἴδε σοι θύπτην τυρὸν μίξας ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν δίκερως, τίθεμαι βωμῶν ἁγίων. ἴδε σοι Βρομίου αἴθοπα φλεγμὸν λείβω. αἰνίσσεται, οἶμαι, τὴν ἐκ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων ψυχῆς γαλακτώδη πρώτην τροφήν, μεθ’ ἣν ἤδη πεπηγὸς γάλα τὸ βρῶμα, τελευταῖον δὲ αἷμα ἀμπέλου τοῦ λόγου τὸν αἴθοπα οἶνον, τὴν τελειοῦσαν τῆς ἀγωγῆς εὐφροσύνην, διδάσκει. δρὼψ δὲ ὁ λόγος ὁ δραστήριος, ὁ ἐκ κατηχήσεως τῆς πρώτης εἰς αὔξησιν ἀνδρός, εἰς μέτρον ἡλικίας, ἐκφλέγων καὶ ἐκφωτίζων τὸν ἄνθρωπον.