Book 5
1.4
ὁ γοῦν Ἀβραὰμ δἰ ἀκοῆς πιστεύσας τῇ φωνῇ τῇ ὑπὸ τὴν δρῦν τὴν ἐν Μαμβρῇ ἐπαγγειλαμένῃ σοὶ δίδωμι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου ἤτοι ἐκλεκτὸς ἦν ἢ οὔ; ἀλλ’ εἰ μὲν οὐκ ἦν, πῶς εὐθέως ἐπίστευσεν οἷον φυσικῶς; εἰ δὲ ἦν ἐκλεκτός, λέλυται αὐτοῖς ἡ ὑπόθεσις, εὑρισκομένης καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης· ἐλογίσθη γὰρ αὐτῷ εἰς δικαιοσύνην. ἐὰν γάρ τις τις τολμήσας λέγῃ Μαρκίωνι ἑπόμενος τὸν δημιουργὸν σῴζειν τὸν εἰς αὐτὸν πιστεύσαντα καὶ πρὸ τῆς τοῦ κυρίου παρουσίας ἐκλογῆς καὶ δὴ καὶ σῳζομένης τὴν ἰδίαν αὐτοῦ σωτηρίαν, παρευδοκιμηθήσεται αὐτῷ ἡ τοῦ ἀγαθοῦ δύναμις, ὀψὲ καὶ μετὰ τὸν ὑπ’ αὐτῶν εὐφημούμενον δημιουργὸν ἐπιβαλλομένη σῴζειν καὶ αὐτὴ ἤτοι μαθήσει ἢ καὶ μιμήσει τούτου. ἀλλὰ κἂν οὕτως ἔχων σῴζῃ κατ’ αὐτοὺς ὁ ἀγαθός, οὔτε τοὺς ἰδίους οὔτε μετὰ τῆς γνώμης τοῦ πεποιηκότος τὴν κτίσιν ἐπιχειρεῖ τὴν σωτηρίαν, βίᾳ δὲ ἢ δόλῳ. καὶ πῶς ἔτι ἀγαθὸς ὁ οὕτως καὶ ὕστερος; εἰ δὲ ὁ τόπος διαφέρει καὶ ἡ μονὴ τοῦ παντοκράτορος λείπεται ἀπὸ τῆς τοῦ ἀγαθοῦ θεοῦ μονῆς, ἀλλ’ ἡ τοῦ σῴζοντος βούλησις οὐκ ἀπολείπεται τοῦ ἀγαθοῦ ἥ γε προκατάρξασα.