Book 5
10.65
Εἰκότως τοίνυν καὶ Πλάτων ἐν ταῖς Ἐπιστολαῖς περὶ θεοῦ διαλαμβάνων φραστέον δή σοι φησὶ δἰ αἰνιγμάτων, ἵν’ ἤν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. ὁ γὰρ τῶν ὅλων θεὸς ὁ ὑπὲρ πᾶσαν φωνὴν καὶ πᾶν νόημα καὶ πᾶσαν ἔννοιαν οὐκ ἄν ποτε γραφῇ παραδοθείη, ἄρρητος ὢν δυνάμει τῇ αὑτοῦ. ὅπερ καὶ αὐτὸ δεδήλωκεν Πλάτων λέγων· πρὸς ταῦτ’ οὖν σκοπῶν εὐλαβοῦ, μή ποτέ σοι μεταμελήσῃ τῶν νῦν ἀναξίως ἐκπεσόντων· μεγίστη δὲ φυλακὴ τὸ μὴ γράφειν, ἀλλ’ ἐκμανθάνειν· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν. ἀδελφὰ τούτοις ὁ ἅγιος ἀπόστολος Παῦλος λέγει, τὴν προφητικὴν καὶ τῷ ὄντι ἀρχαίαν σῴζων ἐπίκρυψιν, ἀφ’ ἧς τὰ καλὰ τοῖς Ἕλλησιν ἐρρύη δόγματα· σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην.
10.66
ἔπειτα ὑποβὰς τὸ εὐλαβὲς τῆς εἰς τοὺς πολλοὺς τῶν λόγων ἐκφοιτήσεως ὧδέ πως διδάσκει· κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ, γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε· ἀλλ’ οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σαρκικοί. εἰ τοίνυν τὸ μὲν γάλα τῶν νηπίων, τὸ βρῶμα δὲ τῶν τελείων τροφὴ πρὸς τοῦ ἀποστόλου εἴρηται, γάλα μὲν ἡ κατήχησις οἱονεὶ πρώτη ψυχῆς τροφὴ νοηθήσεται, βρῶμα δὲ ἡ ἐποπτικὴ θεωρία· σάρκες αὗται καὶ αἷμα τοῦ λόγου, τουτέστι κατάληψις τῆς θείας δυνάμεως καὶ οὐσίας. γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος, φησίν· οὕτως γὰρ ἑαυτοῦ μεταδίδωσι τοῖς πνευματικώτερον τῆς τοιαύτης μεταλαμβάνουσι βρώσεως, ὅτε δὴ ἡ ψυχὴ αὐτὴ ἑαυτὴν ἤδη τρέφει κατὰ τὸν φιλαλήθη Πλάτωνα· βρῶσις γὰρ καὶ πόσις τοῦ θείου λόγου ὴ γνῶσίς ἐστι τῆς θείας οὐσίας. διὸ καί φησιν ἐν δευτέρῳ Πολιτείας ὁ Πλάτων· θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, οὕτω χρῆναι ζητεῖν περὶ θεοῦ. ὁ δὲ ἀπόστολος καὶ τὸ πάσχα ἡμῶν ἐτύθη γράφει Χριστός, ἄπορον ὡς ἀληθῶς θῦμα, υἱὸς θεοῦ ὑπὲρ ἡμῶν ἁγιαζόμενος.