Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

17.156 Διαφορωτέρας ἄρα αἰσθήσεως φιλοσοφία μεταλαβοῦσα, ὡς ἐκ τῶν προειρημένων δεδήλωται, φρονήσεως μετέχει. ἡ γοῦν περὶ τῶν νοηθέντων λογικὴ διέξοδος μετὰ αἱρέσεως καὶ συγκαταθέσεως διαλεκτικὴ λέγεται, βεβαιωτικὴ μὲν τῶν περὶ ἀληθείας λεγομένων δἰ ἀποδείξεως, διακρουστικὴ δὲ τῶν ἐπιφερομένων ἀποριῶν. κινδυνεύουσι τοίνυν οἱ φάσκοντες μὴ θεόθεν φιλοσοφίαν δεῦρο ἥκειν ἀδύνατον εἶναι λέγειν πάντα τὰ ἐπὶ μέρους γινώσκειν τὸν θεὸν μηδὲ μὴν πάντων εἶναι τῶν καλῶν αἴτιον, κἂν τῶν ἐπὶ μέρους ἕκαστον αὐτῶν τυγχάνῃ. οὐκ ἂν δὲ τὴν ἀρχὴν ὑπέστη τι τῶν ὄντων ἀβουλήτως ἔχοντος τοῦ θεοῦ, εἰ δὲ βουλομένου, θεόθεν ἡ φιλοσοφία, τοιαύτην εἶναι βουληθέντος αὐτήν, οἵα ἐστίν, διὰ τοὺς μὴ ἄλλως ἢ οὕτως ἀφεξομένους τῶν κακῶν. ὁ γάρ τοι θεὸς πάντα οἶδεν, οὐ μόνον τὰ ὄντα, ἀλλὰ καὶ τὰ ἐσόμενα καὶ ὡς ἔσται ἕκαστον, τάς τε ἐπὶ μέρους κινήσεις προορῶν πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει, γυμνὴν ἔσωθεν τὴν ψυχὴν βλέπων, καὶ τὴν ἐπίνοιαν τὴν ἑκάστου τῶν κατὰ μέρος ἔχει δἰ αἰῶνος, καὶ ὅπερ ἐπὶ τῶν θεάτρων γίνεται καὶ ἐπὶ τῶν ἑκάστου μερῶν κατὰ τὴν ἐνόρασίν τε καὶ περιόρασιν καὶ συνόρασιν, τοῦτο ἐπὶ τοῦ θεοῦ γίνεται. ἀθρόως τε γὰρ πάντα καὶ ἕκαστον ἐν μέρει μιᾷ προσβολῇ προσβλέπει, οὐ πάντα μέντοι κατὰ τὴν προηγουμένην ἐπέρεισιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme