Book 6
17.157
ἤδη γοῦν πολλὰ τῶν ἐν τῷ βίῳ καὶ διά τινος λογισμοῦ ἀνθρωπίνου λαμβάνει τὴν γένεσιν, θεόθεν τὴν ἔναυσιν εἰληφότα. αὐτίκα ἡ ὑγεία διὰ τῆς ἰατρικῆς καὶ ἡ εὐεξία διὰ τῆς ἀλειπτικῆς καὶ ὁ πλοῦτος διὰ τῆς χρηματιστικῆς λαμβάνει γένεσίν τε καὶ παρουσίαν κατὰ πρόνοιαν μὲν τὴν θείαν, κατὰ συνεργίαν δὲ τὴν ἀνθρωπίνην. θεόθεν δὲ καὶ ἡ σύνεσις. αὐτίκα τῇ τοῦ θεοῦ βουλήσει μάλιστα ἡ τῶν ἀγαθῶν ἀνδρῶν προαίρεσις ὑπακούει. διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν μέν ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ’ ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις, ὧν χάριν αὐτὰ ἐποίησεν ὁ θεός· πρὸς γὰρ τῶν ἀγαθῶν χρῆσιν ἀνδρῶν ἡ τῶν θεοδωρήτων δύναμις πέφυκεν. ἀλλὰ καὶ αἱ τῶν ἐναρέτων ἀνθρώπων ἐπίνοιαι κατὰ ἐπίπνοιαν θείαν γίγνονται, διατιθεμένης πως τῆς ψυχῆς καὶ διαδιδομένου τοῦ θείου θελήματος εἰς τὰς ἀνθρωπίνας ψυχάς, τῶν ἐν μέρει θείων λειτουργῶν συλλαμβανομένων εἰς τὰς τοιαύτας διακονίας· κατά τε γὰρ τὰ ἔθνη καὶ πόλεις νενέμηνται τῶν ἀγγέλων αἱ προστασίαι, τάχα δὲ καὶ τῶν ἐπὶ μέρους ὧν ἐνίοις ἀποτετάχαταί τινες.
17.158
ὁ γοῦν ποιμὴν καὶ τῶν καθ’ ἕκαστον κήδεται προβάτων, καὶ μάλιστα τούτοις σύνεστι προσεχεστέρα ἡ ἐπισκοπή, ὅσοι διαπρεπεῖς τὰς φύσεις τε καὶ δυνατοὶ τὰ πλήθη συνωφελεῖν ὑπάρχουσιν. οὗτοι δ’ εἰσὶν οἱ ἡγεμονικοὶ καὶ παιδευτικοί, δἰ ὧν ἡ ἐνέργεια τῆς προνοίας ἀριδήλως δείκνυται, ὁπηνίκα ἂν ἢ διὰ παιδείας ἢ δἰ ἀρχῆς τινος καὶ διοικήσεως εὖ ποιεῖν ἐθέλῃ τοὺς ἀνθρώπους ὁ θεός. ἐθέλει δὲ πάντοτε· διὸ συγκινεῖ τοὺς ἐπιτηδείους εἰς τὴν ὠφέλιμον ἐξεργασίαν τῶν πρὸς ἀρετήν τε καὶ εἰρήνην καὶ εἰς εὐποιίαν συντεινόντων. τὸ δὲ ἐνάρετον πᾶν ἀπ’ ἀρετῆς τέ ἐστι καὶ πρὸς ἀρετὴν ἀναφέρεται, καὶ ἤτοι πρὸς τὸ γενέσθαι σπουδαίους δίδοται ἢ πρὸς τὸ ὄντας χρῆσθαι τοῖς κατὰ φύσιν προτερήμασι· συνεργεῖ γὰρ ἔν τε τοῖς καθ’ ὅλου ἔν τε τοῖς ἐπὶ μέρους.