Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

2.4 Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβολικὸν εἶδος ἀρχαῖον εἶναι, κεχρῆσθαι δὲ αὐτῷ οὐ μόνον τοὺς προφήτας τοὺς παρ’ ἡμῖν, ἀλλὰ καὶ τῶν Ἑλλήνων τῶν παλαιῶν τοὺς πλείονας καὶ τῶν ἄλλων τῶν κατὰ τὰ ἔθνη βαρβάρων οὐκ ὀλίγους, ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων· ταῦτα μὲν ὑπερτίθεμαι διασαφήσων, ὁπηνίκα ἂν τὰ περὶ ἀρχῶν τοῖς Ἕλλησιν εἰρημένα ἐπιόντες διελέγχωμεν· τῆσδε γὰρ ἔχεσθαι τῆς θεωρίας ἐπιδείξομεν καὶ τὰ μυστήρια· παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς διανοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ’ ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ’ ἑαυτῶν παραστήσωμεν τοὺς Ἕλληνας· οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ’ ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ’ ὅμως καὶ ἄκοντες τὴν παρ’ ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρᾳ διαδείκνυνται. οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γε τῶν ἡμετέρων ἀφέξονται.
2.5 καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανεμομένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων. ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι.
2.5 Ὀρφέως τοίνυν ποιήσαντος· ὣς οὐ κύντερον ἦν καὶ ῥίγιον ἄλλο γυναικός, Ὅμηρος ἄντικρυς λέγει· ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός.
2.5 Γράψαντός τε Μουσαίου· ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν, Ὅμηρος λέγει· μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι.
2.5 Πάλιν τοῦ Μουσαίου ποιήσαντος· ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει, Ὅμηρος μεταγράφει· φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ’ ἀπολήγει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme