Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

7.54 ὡς πάλαι παρεσημειωσάμεθα, οὐ τὴν κατὰ ἑκάστην αἵρεσιν ἀγωγήν φαμεν, ἀλλ’, ὅπερ ὄντως ἐστὶ φιλοσοφία, † ὀρθῶς σοφίαν τεχνικήν, τὴν ἐμπειρίαν παρέχουσαν τῶν περὶ τὸν βίον, τὴν δὲ σοφίαν ἔμπεδον γνῶσιν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, κατάληψίν τινα βεβαίαν οὖσαν καὶ ἀμετάπτωτον, συνειληφυῖαν τά τε ὄντα καὶ τὰ παρῳχηκότα καὶ τὰ μέλλοντα, ἣν ἐδιδάξατο ἡμᾶς διά τε τῆς παρουσίας διά τε τῶν προφητῶν ὁ κύριος. καὶ ἔστιν ἀμετάπτωτος ὑπὸ λόγου, παραδοθεῖσα τῇ αὐτῇ, ᾗ καὶ πάντως ἀληθὴς ὑπάρχει, βουλήσει, ὡς διὰ τοῦ υἱοῦ ἐγνωσμένη. καὶ ἣ μὲν αἰώνιός ἐστιν, ἣ δὲ χρόνῳ λυσιτελής, καὶ ἣ μὲν μία καὶ ἡ αὐτή. αἳ δὲ πολλαὶ καὶ ἀδιάφοροι. καὶ ἣ μὲν ἄνευ παθητικῆς τινος κινήσεως, ἣ δὲ μετὰ παθητικῆς ὀρέξεως. καὶ ἣ μὲν τέλειος, ἣ δὲ ἐνδεής.
7.55 Ταύτης οὖν τῆς σοφίας ἐπιθυμεῖ ἡ φιλοσοφία, τῆς ψυχῆς καὶ τῆς ὀρθότητος τοῦ λόγου καὶ τῆς τοῦ βίου καθαρότητος, ἀγαπητικῶς καὶ φιλητικῶς διατεθεῖσα πρὸς τὴν σοφίαν καὶ πάντα πράττουσα ἕνεκα τοῦ τυχεῖν αὐτῆς. φιλόσοφοι δὲ λέγονται παρ’ ἡμῖν μὲν οἱ σοφίας ἐρῶντες τῆς τοῦ πάντων δημιουργοῦ καὶ διδασκάλου, τουτέστι γνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, παρ’ Ἕλλησι δὲ οἱ τῶν περὶ ἀρετῆς λόγων ἀντιλαμβανόμενοι. εἴη δ’ ἂν φιλοσοφία τὰ παρ’ ἑκάστῃ τῶν αἱρέσεων (τῶν κατὰ φιλοσοφίαν λέγω) ἀδιάβλητα δόγματα μετὰ τοῦ ὁμολογουμένου βίου εἰς μίαν ἀθροισθέντα ἐκλογήν. ἃ καὶ αὐτά. ἐκ τῆς βαρβάρου κλαπέντα θεοδωρήτου χάριτος, Ἑλληνικῷ κεκόσμηται λόγῳ· τῶν μὲν γὰρ κλέπται, ὧν δὲ καὶ παρήκουσαν· ἐν δὲ τοῖς ἄλλοις ἃ μὲν κινούμενοι εἰρήκασιν, ἀλλ’ οὐ τελείως ἐξειργάσαντο, τὰ δὲ ἀνθρωπίνῳ στοχασμῷ τε καὶ ἐπιλογισμῷ, ἐν οἷς καὶ παραπίπτουσιν· ἐπιβάλλειν δ’ οἴονται τῇ ἀληθείᾳ οὗτοι μὲν τελείως, ὡς δ’ ἡμεῖς αὐτοὺς καταλαμβανόμεθα, μερικῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme