Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

10.81 εἰ δὲ τοιαύτη παρ’ αὐτοῖς ἐστιν ἡ πίστις (οὐ γὰρ ἂν γνῶσιν εἴποιμι), ἵνα λυθῇ πιθανολογίᾳ, λυθήτω, διὰ τούτου μάλιστα ὁμολογούντων οὐχ ἕξειν τὴν ἀλήθειαν· ἀνίκητος γάρ, φησίν, ἡ ἀλήθεια, ψευδοδοξία δὲ καταλύεται. αὐτίκα πορφύραν ἐξ ἀντιπαραθέσεως ἄλλης πορφύρας ἐκλεγόμεθα. ὥστ’ εἴ τις ὁμολογεῖ καρδίαν μὴ ἔχειν διηρθρωμένην, τράπεζαν οὐκ ἔχει τὴν τῶν ἀργυραμοιβῶν οὐδὲ μὴν τὸ κριτήριον τῶν λόγων. καὶ πῶς ἔτι τραπεζίτης οὗτος, δοκιμάσαι μὴ δυνάμενος καὶ διακρῖναι τὸ ἀκίβδηλον νόμισμα τοῦ παραχαράγματος; κέκραγεν δὲ ὁ Δαβίδ· ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται δίκαιος· οὔτ’ οὖν ἀπατηλῷ λόγῳ οὐδὲ μὴν πεπλανημένῃ ἡδονῇ, ὅθεν οὐδὲ τῆς οἰκείας κληρονομίας σαλευθήσεται. ἀπὸ ἀκοῆς ἄρα πονηρᾶς οὐ φοβηθήσεται. οὔτ’ οὖν διαβολῆς κενῆς οὐδὲ μὴν ψευδοδοξίας τῆς περὶ αὑτόν, ἀλλ’ οὐδὲ τοὺς πανούργους δεδίξεται λόγους ὁ διαγνῶναι τούτους δυνάμενος ἢ πρός τε τὸ ἐρωτᾶν ὀρθῶς καὶ ἀποκρίνασθαι· οἷον θριγκὸς γάρ ἐστι διαλεκτική, ὡς μὴ καταπατεῖσθαι πρὸς τῶν σοφιστῶν τὴν ἀλήθειαν. ἐπαινουμένους γὰρ χρὴ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ τοῦ κυρίου κατὰ τὸν προφήτην εὐφραίνεσθαι τὴν καρδίαν ζητοῦντας τὸν κύριον. ζητήσατε οὖν αὐτὸν καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντὸς παντοίως. πολυμερῶς γὰρ καὶ πολυτρόπως λαλήσας οὐχ ἁπλῶς γνωρίζεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme