Book 6
12.101
Τοῖς μὲν οὖν ἐξ ἁμαρτιῶν μετανενοηκόσι καὶ μὴ στερεῶς πεπιστευκόσι διὰ τῶν δεήσεων παρέχει ὁ θεὸς τὰ αἰτήματα, τοῖς δ’ ἀναμαρτήτως καὶ γνωστικῶς βιοῦσιν ἐννοησαμένοις μόνον δίδωσιν. αὐτίκα τῇ Ἄννῃ ἐννοηθείσῃ μόνον τοῦ παιδὸς ἐδόθη σύλληψις τοῦ Σαμουήλ. αἴτησαι, φησὶν ἡ γραφή, καὶ ποιήσω· ἐννοήθητι καὶ δώσω. καρδιογνώστην γὰρ τὸν θεὸν παρειλήφαμεν, οὐκ ἐκ κινήματος ψυχῆς τεκμαιρόμενον καθάπερ ἡμεῖς οἱ ἄνθρωποι, ἀλλ’ οὐδὲ ἐκ τοῦ ἀποβαίνοντος (γελοῖον γὰρ οὕτως νοεῖν), οὐδέ, ὡς ὁ ἀρχιτέκτων γενόμενον τὸ ἔργον ἐπῄνεσε, καὶ ὁ θεὸς οὕτως ποιήσας τὸ φῶς, ἔπειτα ἰδών, καλὸν εἶπεν· ὃ δέ, καὶ πρὶν ἢ ποιῆσαι, οἷον ἔσται, εἰδώς, τοῦτο ἐπῄνεσεν· τὸ δ’ ἐγένετο δυνάμει ποιοῦντος καλὸν ἄνωθεν διὰ τῆς ἀνάρχου προθέσεως τὸ ἐσόμενον ἐνεργείᾳ καλόν. αὐτίκα τὸ ἐσόμενον ἤδη προεῖπεν εἶναι καλόν, τῆς φράσεως ὑπερβατῷ κρυψάσης τὴν ἀλήθειαν.
12.102
Εὔχεται τοίνυν ὁ γνωστικὸς καὶ κατὰ τὴν ἔννοιαν πᾶσαν τὴν ὥραν, δἰ ἀγάπης οἰκειούμενος τῷ θεῷ. καὶ τὰ μὲν πρῶτα ἄφεσιν ἁμαρτιῶν αἰτήσεται, μετὰ δὲ τὸ μηκέτι ἁμαρτάνειν ἔτι τὸ εὖ ποιεῖν δύνασθαι καὶ πᾶσαν τὴν κατὰ τὸν κύριον δημιουργίαν τε καὶ οἰκονομίαν συνιέναι, ἵνα δή, καθαρὸς τὴν καρδίαν γενόμενος, δἰ ἐπιγνώσεως τῆς διὰ τοῦ υἱοῦ τοῦ θεοῦ πρόσωπον πρὸς πρόσωπον τὴν μακαρίαν θέαν μυηθῇ, ἐπακούσας τῆς λεγούσης γραφῆς ἀγαθὸν νηστεία μετὰ προσευχῆς· νηστεῖαι δὲ ἀποχὰς κακῶν μηνύουσιν πάντων ἁπαξαπλῶς, τῶν τε κατ’ ἐνέργειαν καὶ κατὰ λόγον καὶ κατὰ τὴν διάνοιαν αὐτήν. ὡς ἔοικεν οὖν ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση καὶ ὁμοία ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιίᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῇ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικός τε καὶ ἄνισος φανῇ. ᾗ μὲν οὖν τίς ἐστι δίκαιος, πάντως οὗτος καὶ πιστός, ᾗ δὲ πιστός, οὐδέπω καὶ δίκαιος, τὴν κατὰ προκοπὴν καὶ τελείωσιν δικαιοσύνην λέγω, καθ’ ἣν ὁ γνωστικὸς δίκαιος λέγεται.