Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

12.103 αὐτίκα τῷ Ἀβραὰμ πιστῷ γενομένῳ ἐλογίσθη εἰς δικαιοσύνην, εἰς τὸ μεῖζον καὶ τελειότερον τῆς πίστεως προβεβηκότι. οὐ γὰρ ὁ ἀπεχόμενος μόνον τῆς κακῆς πράξεως δίκαιος, ἐὰν μὴ προσεξεργάσηται καὶ τὸ εὖ ποιεῖν καὶ τὸ γινώσκειν, δἰ ἣν αἰτίαν τῶν μὲν ἀφεκτέον, τὰ δ’ ἐνεργητέον. διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν φησὶν ὁ ἀπόστολος παραπέμπεσθαι τὸν δίκαιον εἰς κληρονομίαν τὴν ἄκραν, ὑπὸ τῶν μὲν πεφραγμένον, τοῖς δὲ καὶ ἐνεργοῦντα. οὐ γὰρ ἡ σκέπη μόνη τῆς παντευχίας καὶ ἡ τῶν ἁμαρτημάτων ἀποχὴ ἱκανὴ πρὸς τελείωσιν, εἰ μὴ προσλάβοι τὸ ἔργον τῆς δικαιοσύνης, τὴν εἰς εὐποιίαν ἐνέργειαν. τότε ὁ περιδέξιος ἡμῖν καὶ γνωστικὸς ἐν δικαιοσύνῃ ἀποκαλύπτεται, δεδοξασμένος ἤδη κἀνθένδε καθάπερ ὁ Μωυσῆς τὸ πρόσωπον τῆς ψυχῆς, ὅπερ ἐν τοῖς πρόσθεν ἰδίωμα χαρακτηριστικὸν τῆς δικαίας εἰρήκαμεν ψυχῆς. καθάπερ γὰρ τοῖς ἐρίοις ἡ στῦψις τῆς βαφῆς ἐμμείνασα τὴν ἰδιότητα καὶ παραλλαγὴν πρὸς τὰ λοιπὰ παρέχει ἔρια, οὕτως κἀπὶ τῆς ψυχῆς ὁ μὲν πόνος παρῆλθεν, μένει δὲ τὸ καλόν, καὶ τὸ μὲν ἡδὺ καταλείπεται, ἀναμάσσεται δὲ τὸ αἰσχρόν. αὗται γὰρ ἑκατέρας ψυχῆς χαρακτηριστικαὶ ποιότητες, ἀφ’ ὧν γνωρίζεται ἡ μὲν δεδοξασμένη, ἡ δὲ κατεγνωσμένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme