Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

15.115 Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας· δυνατὰ γὰρ ἐνετείλατο, καὶ δεῖ τῷ ὄντι ἀρχικὸν εἶναι καὶ ἡγεμονικὸν τὸν βασιλικόν τε καὶ Χριστιανόν, ἐπεὶ μὴ τῶν ἔξω μόνον θηρίων κατακυριεύειν ἐτάγημεν, ἀλλὰ καὶ τῶν ἐν ἡμῖν αὐτοῖς ἀγρίων παθῶν. κατ’ ἐπίστασιν οὖν, ὡς ἔοικεν, τοῦ κακοῦ καὶ ἀγαθοῦ βίου σῴζεται ὁ γνωστικός, πλέον τῶν γραμματέων καὶ Φαρισαίων συνιείς τε καὶ ἐνεργῶν. ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε, ὁ Δαβὶδ γράφει, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου, τουτέστιν ὁ κύριος. τίς οὖν σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, φησὶν ὁ προφήτης, δηλῶν μόνον δύνασθαι τὸν γνωστικὸν τὰ ἐπικεκρυμμένως πρὸς τοῦ πνεύματος εἰρημένα νοήσειν τε καὶ διασαφήσειν· καὶ ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ ἐκείνῳ σιωπήσεται, λέγει ἡ γραφή, δηλονότι πρὸς τοὺς ἀναξίους ἐξειπεῖν, ὅτι φησὶν ὁ κύριος· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, οὐ πάντων εἶναι τὸ ἀκούειν καὶ συνιέναι λέγων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme