Book 6
16.138
ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν ἑτοιμάζουσα τὴν ἀρχέγονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἣ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα κληρονομεῖται. ἐκ ταύτης τῆς ἡμέρας ἡ πρώτη σοφία καὶ ἡ γνῶσις ἡμῖν ἐλλάμπεται· τὸ γὰρ φῶς τῆς ἀληθείας φῶς ἀληθές, ἄσκιον, ἀμερῶς μεριζόμενον πνεῦμα κυρίου εἰς τοὺς διὰ πίστεως ἡγιασμένους, λαμπτῆρος ἐπέχον τάξιν εἰς τὴν τῶν ὄντων ἐπίγνωσιν. ἀκολουθοῦντες οὖν αὐτῷ δἰ ὅλου τοῦ βίου ἀπαθεῖς καθιστάμεθα, τὸ δέ ἐστιν ἀναπαύσασθαι. διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ’ οὐσίαν λέγω) θείων καὶ ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει. ἐνταῦθα γενομένους ἐν παρέργῳ καὶ ταῦτα ὑπομνηστέον, ἐπεὶ περὶ ἑβδομάδος καὶ ὀγδοάδος ὁ λόγος παρεισῆλθε· κινδυνεύει γὰρ ἡ μὲν ὀγδοὰς ἑβδομὰς εἶναι κυρίως, ἑξὰς δὲ ἡ ἑβδομὰς κατά γε τὸ ἐμφανές, καὶ ἣ μὲν κυρίως εἶναι σάββατον, ἐργάτις δὲ ἡ ἑβδομάς· ἥ τε γὰρ κοσμογονία ἐν ἓξ περαιοῦται ἡμέραις, ἥ τε ἀπὸ τροπῶν ἐπὶ τροπὰς κίνησις τοῦ ἡλίου ἐν ἓξ συντελεῖται μησί, καθ’ ἣν πῇ μὲν φυλλορροεῖ, πῇ δὲ βλαστάνει τὰ φυτὰ καὶ αἱ τῶν σπερμάτων γίνονται τελειώσεις.
16.139
φασὶ δὲ καὶ τὸ ἔμβρυον ἀπαρτίζεσθαι πρὸς ἀκρίβειαν μηνὶ τῷ ἕκτῳ, τουτέστιν ἑκατὸν ἡμέραις καὶ ὀγδοήκοντα πρὸς ταῖς δύο καὶ ἡμίσει, ὡς ἱστορεῖ Πόλυβος μὲν ὁ ἰατρὸς ἐν τῷ Περὶ ὀκταμήνων, Ἀριστοτέλης δὲ ὁ φιλόσοφος ἐν τῷ Περὶ φύσεως· οἵ τε Πυθαγόρειοι ἐντεῦθεν, οἶμαι, ἀπὸ τῆς τοῦ κόσμου κατὰ τὸν προφήτην γενέσεως, τὸν ἓξ ἀριθμὸν τέλειον νομίζουσι καὶ μεσευθὺν καλοῦσι τοῦτον καὶ γάμον διὰ τὸ μέσον αὐτὸν εἶναι τοῦ εὐθέος, τουτέστι τοῦ δέκα καὶ τοῦ δύο· φαίνεται γὰρ ἴσον ἀμφοῖν ἀπέχων. ὡς δ’ ὁ γάμος ἐξ ἄρρενος καὶ θηλείας γεννᾷ, οὕτως ὁ ἓξ ἐκ περισσοῦ μὲν τοῦ τρία, ἄρρενος ἀριθμοῦ λεγομένου, ἀρτίου δὲ τοῦ δύο, θήλεος νομιζομένου, γεννᾶται· δὶς γὰρ τὰ τρία γίνεται ὁ ἕξ. τοσαῦται πάλιν αἱ γενικώταται κινήσεις, καθ’ ἃς ἡ πᾶσα γένεσις φέρεται, ἄνω κάτω, εἰς δεξιὰ εἰς ἀριστερά, πρόσω ὀπίσω.