Book 6
2.17
Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῆ· ἐκ τούτων γὰρ αἱ γενέσεις τῶν γινομένων ὁ Ἀκραγαντῖνος ἐποίησεν Ἐμπεδοκλῆς· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· πῦρ καὶ ὕδωρ καὶ γαῖαν ἰδ’ αἰθέρος ἄπλετον ὕψος· ἐκ γὰρ τῶν ὅσα τ’ ἦν ὅσα τ’ ἔσσεται ὅσσα τ’ ἔασιν.
2.17
Καὶ Πλάτωνος μὲν λέγοντος διὰ τοῦτο καὶ οἱ θεοὶ τῶν ἀνθρωπείων ἐπιστήμονες, οὕς ἂν διὰ πλείστου ποιῶνται, θᾶττον ἀπαλλάττουσι τοῦ ζῆν Μένανδρος πεποίηκεν· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνῄσκει νέος.
2.18
Εὐριπίδου δὲ ἐν μὲν τῷ Οἰνομάῳ γράφοντος· τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ, ἐν δὲ τῷ Φοίνικι· τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται, Ὑπερείδης λέγει· ἃ δ’ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν. Ἰσοκράτους τε αὖ εἰπόντος δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι Ἀνδοκίδης οὐκ ὀκνεῖ λέγειν· χρὴ γὰρ τεκμηρίοις χρῆσθαι τοὶς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι.
2.18
Ἔτι Θεόγνιδος ποιήσαντος· χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἄνσχετος ἄτη, Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ· εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεςςι λέληθεν ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει, τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι, καὶ γνῶναι πάντων τοῦτ’ ἀνιαρότερον, Εὐριπίδης μὲν γὰρ γράφει· ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν, τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; Ὑπερείδης δὲ καὶ αὐτὸς λέγει· χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου τῆς διανοίας τοῖς ἀνθρώποις.
2.19
Πάλιν Στασίνου ποιήσαντος· νήπιος ὃς πατέρα κτείνων παῖδας καταλείπει, Ξενοφῶν λέγει· ὁμοίως γάρ μοι νῦν φαίνομαι πεποιηκέναι, ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσαιτο.
2.19
Σοφοκλέους τε ἐν Ἀντιγόνῃ ποιήσαντος· μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων, οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἄν βλάστοι ποτέ, Ἡρόδοτος λέγει· μητρὸς καὶ πατρὸς οὐκ ἔτ’ ὄντων, ἀδελφὸν ἄλλον οὐχ ἕξω.