Book 7
3.21
Τὸ ἄρα ἀνθρώπειον ἔργον εὐπείθεια θεῷ σωτηρίαν κατηγγελκότι ποικίλην δι᾿ ἐντολῶν, εὐαρέστησις δὲ ὁμολογία. ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ καὶ εἰς δύναμιν ἀμειβόμενος δι᾿ ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος. μία δὲ ἀμοιβὴ κυριωτάτη παρὰ ἀνθρώπων, ταῦτα δρᾶν ἅπερ ἀρεστὰ τῷ θεῷ· καὶ καθάπερ ἂν ἰδίου γεννήματος καὶ κατά τι συγγενοῦς ἀποτελέσματος ὁ διδάσκαλος καὶ σωτὴρ ἀναδέχεται τὰς ὠφελείας τε καὶ ἐπανορθώσεις τῶν ἀνθρώπων εἰς ἰδίαν χάριν τε καὶ τιμήν, [καθάπερ καὶ τὰς εἰς τοὺς πεπιστευκότας αὐτῷ βλάβας ἰδίας ἀχαριστίας τε καὶ ἀτιμίας ἡγούμενος. (τίς γὰρ ἄλλη ἅπτοιτ᾿ ἂν ἀτιμία θεοῦ;) διόπερ ἄλλην τοσοῦδε οὐδὲ ἔστιν ἀμοιβὴν κατ᾿ ἀξίαν σωτηρίας ἀποδιδόναι πρὸς τὴν παρὰ τοῦ κυρίου ὠφέλειαν. ὡς δὲ οἱ τὰ κτήματα κακοῦντες τοὺς δεσπότας ὑβρίζουσι, καὶ ὡς οἱ τοὺς στρατιώτας τὸν τούτων ἡγούμενον, οὕτως τοῦ κυρίου ἐστὶν ἀνεπιστρεψία ἡ περὶ τοὺς καθωσιωμένους αὐτῷ κάκωσις. ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.