Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 7

6.32 πότερον διαπνεῖται ὡς τὸ τῶν δαιμόνων γένος; ἢ ἐμπνεῖται μόνον ὡς τὰ ἔνυδρα κατὰ τὴν τῶν βραγχίων διαστολήν; ἢ περιπνεῖται καθάπερ τὰ ἔντομα κατὰ τὴν διὰ τῶν πτερύγων ἐπίθλιψιν τῆς ἐντομῆς; ἀλλ᾿ οὐκ ἄν τινι τούτων ἀπεικάσαιεν. εἴ γε εὖ φρονοῖεν. τὸν θεόν· ὅσα δὲ ἀναπνεῖ, κατὰ τὴν τοῦ πνεύμονος πρὸς τὸν θώρακα ἀντιδιαστολὴν ῥυμουλκεῖ τὸν ἀέρα. εἶτα εἰ σπλάγχνα δοῖεν καὶ ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μόρια τῷ θεῷ, οὐδὲν διαφέροντα εἰσηγήσονται τούτων. ἡ σύμπνοια δὲ ἐπὶ τῆς ἐκκλησίας λέγεται κυρίως. καὶ γάρ ἐστιν ἡ θυσία τῆς ἐκκλησίας λόγος ἀπὸ τῶν ἁγίων ψυχῶν ἀναθυμιώμενος, ἐκκαλυπτομένης ἅμα τῇ θυσίᾳ καὶ τῆς διανοίας ἁπάσης τῷ θεῷ. ἀλλὰ τὸν μὲν ἀρχαιότατον βωμὸν ἐν Δήλῳ ἁγνὸν εἶναι τεθρυλήκασι, πρὸς ὃν δὴ μόνον καὶ Πυθαγόραν προσελθεῖν φασι φόνῳ καὶ θανάτῳ μὴ μιανθέντα, βωμὸν δὲ ἀληθῶς ἅγιον τὴν δικαίαν ψυχὴν καὶ τὸ ἀπ᾿ αὐτῆς θυμίαμα τὴν ὁσίαν εὐχὴν λέγουσιν ἡμῖν ἀπιστήσουσιν; σαρκοφαγιῶν δ᾿, οἶμαι, προφάσει αἱ θυσίαι τοῖς ἀνθρώποις ἐπινενόηνται. ἐξῆν δὲ καὶ ἄλλως ἄνευ τῆς τοιαύτης εἰδωλολατρείας μεταλαμβάνειν κρεῶν τὸν βουλόμενον. αἱ μὲν γὰρ κατὰ τὸν νόμον θυσίαι τὴν περὶ ἡμᾶς εὐσέβειαν ἀλληγοροῦσι, καθάπερ ἡ τρυγὼν καὶ ἡ περιστερὰ ὑπὲρ ἁμαρτιῶν προσφερόμεναι τὴν ἀποκάθαρσιν τοῦ ἀλόγου μέρους τῆς ψυχῆς προσδεκτὴν μηνύουσι τῷ θεῷ. εἰ δέ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεῶν βρώσει τὴν ψυχήν, λόγῳ τινὶ εὐλόγῳ χρῆται. οὐχ ᾧ Πυθαγόρας καὶ οἱ ἀπ᾿ αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς. δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, ἣ εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme