Book 7
6.34
ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα. τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασι τοῦτον τὸν ἀέρα, ἀλλ᾿ ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις, ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς.
6.34
Δεῖ τοίνυν »θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελεῖς, ἀλλὰ θεοφιλεῖς«. καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχὴν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον »εἰς τὴν ἑνότητα τῆς πίστεως« καὶ κατὰ τοὺς αἴνους συναγόμενον, καθαρῷ μὲν τῷ νῷ, δικαίᾳ δὲ καὶ ὀρθῇ τῇ πολιτείᾳ, ἐξ ὁσίων ἔργων εὐχῆς τε δικαίας· ἐπεὶ τίς ὧδε μῶρος, κατὰ τὴν ποιητικὴν χάριν, καὶ λίαν ἀνειμένως εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἅπαντας καὶ γέρας λαχεῖν τόδε χάριν τε τούτων τοῖσι δρῶσιν ἐκτίνειν, κἂν πειραταὶ κἂν λῃσταὶ κἂν τύραννοι τύχωσιν; φαμὲν δ᾿ ἡμεῖς ἁγιάζειν τὸ πῦρ οὐ τὰ κρέα, ἀλλὰ τὰς ἁμαρτωλοὺς ψυχάς, πῦρ οὐ τὸ παμφάγον καὶ βάναυσον, ἀλλὰ τὸ φρόνιμον λέγοντες, τὸ »διικνούμενον διὰ ψυχῆς« τῆς διερχομένης τὸ πῦρ.