Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 7

7.40 Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι »τὴν ψυχὴν ἐπτερωμένην« τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ »τὰ ἅγια« χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ. ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ. εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ᾿ οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι᾿ εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν ἀπειληφὼς τοῦ κατὰ ἀγάπην δρωμένου. ἀλλὰ καὶ τὰς τῶν ὡρῶν διανομὰς τριχῇ διεσταμένας καὶ ταῖς ἴσαις εὐχαῖς τετιμημένας ἴσασιν οἱ γνωρίζοντες τὴν μακαρίαν τῶν ἁγίων τριάδα μονῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme