Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 7

7.45 Ἀξιολόγως [ὁ] γοῦν τὰ περὶ θεοῦ διειληφώς, δεδιδαγμένος πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικοῦ, λόγῳ τῷ προτρέποντι ἐπὶ> τὸ μέγεθος τῆς ἀρετῆς. κατ᾿ ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ᾿ αὐτῆς ἐνδεικνυμένῳ, χρῆται, μετὰ διάρματος ἐνθέου τῆς εὐχῆς τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς ἔνι μάλιστα γνωστικῶς οἰκειούμενος. ὅθεν ἥμερος καὶ πρᾶος ἀεί, εὐπρόσιτος, εὐαπάντητος, ἀνεξίκακος, εὐγνώμων, εὐσυνείδητος, αὐστηρός· οὗτος ἡμῖν ὁ αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν). δικαστής, ἐὰν ὁ λόγος καλῇ. ἀκλινὴς γενόμενος μηδ᾿ ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ᾿ ἂν ἐπ᾿ αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, »ἐπὶ προθύροις« ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι.
7.45 Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἄριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον. ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς συμβαίνουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme