Book 7
7.47
Ἐπεὶ δὲ τὸ μὴ ἀποβληθὲν δι᾿ εὐλαβείας δι᾿ εὐλογιστίας ἀναπόβλητον γίνεται, τῆς μὲν εὐλαβείας πρὸς τὸ μὴ ἁμαρτάνειν, τῆς δὲ εὐλογιστίας πρὸς τὸ ἀναπόβλητον τῆς ἀρετῆς ἀνθέξεται. ἡ γνῶσις δὲ ἔοικεν τὴν εὐλογιστίαν παρέχειν, διορᾶν διδάσκουσα τὰ βοηθεῖν πρὸς τὴν παραμονὴν τῆς ἀρετῆς δυνάμενα. μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ. διὸ καὶ ταύτῃ σῴζεται τὸ ἀναπόβλητον τῆς ἀρετῆς. ὁ δὲ ἐγνωκὼς τὸν θεὸν ὅσιος καὶ εὐσεβής. μόνος ἄρα ὁ γνωστικὸς εὐσεβὴς ἡμῖν εἶναι δέδεικται. οὗτος χαίρει μὲν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, γέγηθεν δὲ ἐπὶ τοῖς ἐπηγγελμένοις, ὡς ἤδη παροῦσιν. οὐ γὰρ λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι᾿ ὧν ἔγνω φθάσας οἷά ἐστιν. τῇ γνώσει οὖν πεπεισμένος [καὶ] ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ γὰρ ἐνδεὲς καὶ ἐπιδεὲς πρὸς τὸ ἐπιβάλλον μετρεῖται. εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς μετέχων ἀνενδεὴς εἴη ἄν. οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἰσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐνδεοῦς γινομένου· ἀμείωτος δ᾿ οὖν ἡ ἐνέργεια δι᾿ αὐτῆς τῆς μεταδόσεως δείκνυται. οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις.
7.47
Τούτῳ συλλαμβάνει καὶ ὁ θεὸς προσεχεστέρᾳ τιμήσας ἐπισκοπῇ.