Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 7

7.48 ἢ γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀνδρῶν χάριν καὶ εἰς τὴν τούτων χρῆσιν καὶ ὠφέλειαν, μᾶλλον δὲ σωτηρίαν τὰ πάντα γέγονεν; οὔκουν ἀφέλοιτο ἂν τούτους τὰ δι᾿ ἀρετήν, δι᾿ οὓς τὰ γεγονότα. δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον. τοῖς δὲ ἀξίοις γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος· ἐπιγεννηματικὸν γὰρ ἅπαν τῷ γνωστικῷ τὸ ἀγαθόν, εἴ γε δὴ τὸ τέλος ἐστὶν αὐτῷ ἐπίστασθαι καὶ πράσσειν ἐπιστημόνως ἕκαστον. ὡς δὲ ὁ ἰατρὸς ὑγείαν παρέχεται τοῖς συνεργοῦσι πρὸς ὑγείαν, οὕτως καὶ ὁ θεὸς τὴν ἀίδιον σωτηρίαν τοῖς συνεργοῦσι πρὸς γνῶσίν τε καὶ εὐπραγίαν, σὺν δὲ τῷ ποιεῖν, ὄντων ἐφ᾿ ἡμῖν ἃ προστάττουσιν αἱ ἐντολαί, καὶ ἡ ἐπαγγελία τελειοῦται. καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι· ἀθλητής τις οὐκ ἀγεννὴς ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς Ὀλύμπι᾿ ἀναβάς, εἰς τοῦ Πισαίου Διὸς τὸ ἄγαλμα ἀποβλέψας, »εἰ πάντα«, εἶπεν »ὦ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί«.
7.48 Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ᾿ ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν. ταῦτ᾿ οὖν ἀπαιτεῖται παρ᾿ ἡμῶν. τὰ ἐφ᾿ ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτῆσις καὶ χρῆσις καὶ διαμονή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme