Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 7

10.58 Ὁ πρῶτος τῆς κυριακῆς ἐνεργείας τρόπος τῆς εἰρημένης ἡμῖν κατὰ τὴν θεοσέβειαν ἀμοιβῆς δεῖγμα. πολλῶν ὅσων μαρτυρίων ὄντων παραστήσομαι ἓν κεφαλαιωδῶς πρὸς τοῦ προφήτου Δαβὶδ ὧδέ πως εἰρημένον· »τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ· οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.« συντόμως, οἶμαι, τὸν γνωστικὸν ἐμήνυσεν ὁ προφήτης· κατὰ παραδρομὴν δ᾿, ὡς ἔοικεν, ἡμῖν θεὸν εἶναι τὸν σωτῆρα ἀπέδειξεν ὁ Δαβὶδ »πρόσωπον« αὐτὸν εἰπὼν »τοῦ θεοῦ Ἰακώβ«, τὸν εὐαγγελισάμενον καὶ διδάξαντα περὶ τοῦ πατρός. διὸ καὶ ὁ ἀπόστολος »χαρακτῆρα τῆς δόξης τοῦ πατρὸς« τὸν υἱὸν προσεῖπεν, τὸν τὴν ἀλήθειαν περὶ τοῦ θεοῦ διδάξαντα καὶ χαρακτηρίσαντα ὅτι »θεὸς καὶ πατὴρ εἷς« καὶ μόνος ὁ παντοκράτωρ, »ὃν οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ«. ἕνα δὲ εἶναι τὸν θεὸν διὰ τοῦ »ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακὼβ« μεμήνυται, ὃν »μόνον« ὄντα θεὸν πατέρα »ἀγαθὸν« χαρακτηρίζει ὁ σωτὴρ ἡμῶν καὶ θεός. ἡ γενεὰ δὲ τῶν ζητούντων αὐτὸν »τὸ γένος« ἐστὶ »τὸ ἐκλεκτόν«, τὸ ζητητικὸν εἰς γνῶσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme