Book 7
2.6
ἐλπίσι δὲ ἀγαθαῖς τὸν πιστόν, καὶ παιδείᾳ τῇ ἐπανορθωτικῇ δι᾿ αἰσθητικῆς ἐνεργείας τὸν σκληροκάρδιον. ἐντεῦθεν ἡ πρόνοια ἰδίᾳ καὶ δημοσίᾳ καὶ πανταχοῦ. υἱὸν δὲ εἶναι τοῦ θεοῦ, καὶ τοῦτον εἶναι τὸν σωτῆρα καὶ κύριον ὃν ἡμεῖς φαμεν, ἄντικρυς αἱ θεῖαι παριστᾶσι προφητεῖαι. ταύτῃ ὁ πάντων κύριος Ἑλλήνων τε καὶ βαρβάρων τοὺς ἐθέλοντας πείθει· οὐ γὰρ βιάζεται τὸν ἐξ αὑτοῦ τὴν σωτηρίαν λαβεῖν διὰ τοῦ ἑλέσθαι καὶ πάντα ἀποπληρῶσαι τὰ παρ᾿ αὑτοῦ πρὸς τὸ λαβέσθαι τῆς ἐλπίδος δυνάμενον. οὗτός ἐστιν ὁ διδοὺς καὶ τοῖς Ἕλλησι τὴν φιλοσοφίαν διὰ τῶν ὑποδεεστέρων ἀγγέλων· εἰσὶ γὰρ συνδιανενεμημένοι προστάξει θείᾳ τε καὶ ἀρχαίᾳ ἄγγελοι κατὰ ἔθνη. ἀλλ᾿ ἡ »μερὶς κυρίου« ἡ δόξα τῶν πιστευόντων. ἤτοι γὰρ οὐ φροντίζει πάντων ἀνθρώπων ὁ κύριος (καὶ τοῦτο ἢ τῷ μὴ δύνασθαι πάθοι ἄν, ὅπερ οὐ θεμιτόν. ἀσθενείας γὰρ σημεῖον, ἢ τῷ μὴ βούλεσθαι δυνάμενος, οὐκ ἀγαθοῦ δὲ τὸ πάθος· οὔκουν ὑπὸ τρυφῆς ῥᾴθυμος ὁ δι᾿ ἡμᾶς τὴν παθητὴν ἀναλαβὼν σάρκα) ἢ κήδεται τῶν συμπάντων. ὅπερ καὶ καθήκει τῷ κυρίῳ πάντων γενομένῳ. σωτὴρ γάρ ἐστιν, οὐχὶ τῶν μέν, τῶν δ᾿ οὔ· πρὸς δὲ ὅσον ἐπιτηδειότητος ἕκαστος εἶχεν, τὴν ἑαυτοῦ διένειμεν εὐεργεσίαν, Ἕλλησί τε καὶ βαρβάροις καὶ τοῖς ἐκ τούτων προωρισμένοις μέν, κατὰ δὲ τὸν οἰκεῖον καιρὸν κεκλημένοις πιστοῖς τε καὶ ἐκλεκτοῖς.