Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 7

11.64 τοιοῦτος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ἡ μέχρι τῶν φιλτάτων τελεία διάθεσις. ταύτῃ καὶ ὁ ἀπόστολος »ὁ γαμῶν »ὡς μὴ γαμῶν«. ἀπροσπαθῆ τὸν γάμον ἀξιῶν εἶναι καὶ »ἀπερίσπαστον« τῆς πρὸς τὸν κύριον ἀγάπης. ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρῄνεσεν. ἆρ᾿ οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἐλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ; βεβαίαν γάρ, οἶμαι, τὴν πίστιν ἐκέκτηντο. ᾗ κατηκολούθουν πισταὶ καὶ αἱ ἐνέργειαι. ἔστιν οὖν ἐν πάσῃ περιστάσει ἐρρωμένη τοῦ γνωστικοῦ ἡ ψυχή, οἷον ἀθλητοῦ τὸ σῶμα ἐν ἄκρᾳ εὐεξίᾳ καὶ ῥώμῃ καθεστηκυῖα. εὔβουλος μὲν γὰρ ὑπάρχει περὶ τὰ ἀνθρώπων, τῷ δικαίῳ τὸ πρακτέον γνωματεύουσα, τὰς ἀρχὰς θεόθεν ἄνωθεν * καὶ πρὸς τὴν θείαν ἐξομοίωσιν πραότητα ἡδονῶν καὶ λυπῶν σωματικῶν περιπεποιημένη· κατεξανίσταται δὲ τῶν φόβων εὐθαρσῶς καὶ πεποιθότως τῷ θεῷ. ἀτεχνῶς οὖν ἐπίγειος εἰκὼν θείας δυνάμεως ἡ γνωστικὴ ψυχή. τελείᾳ ἀρετῇ κεκοσμημένη. ἐκ πάντων ἅμα τούτων, φύσεως. ἀσκήσεως, λόγου, συνηυξημένῃ. τοῦτο τὸ κάλλος τῆς ψυχῆς »νεὼς« γίνεται »τοῦ ἁγίου πνεύματος«, ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηται τὸν βίον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme