Book 7
12.70
ἀλλ᾿ ἔστι μὲν θεμέλιος γνώσεως ἡ τοιαύτη ἐγκράτεια καὶ προσαγωγή τις ἐπὶ τὸ βέλτιον καὶ ἐπὶ τὸ τέλειον ὁρμή. ἀρχὴ γὰρ σοφίας«. φησί. »φόβος κυρίου.« ὁ τέλειος δὲ δι᾿ ἀγάπην »πάντα στέγει. πάντα ὑπομένει. οὐχ ὡς ἀνθρώπῳ ἀρέσκων. ἀλλὰ θεῷ«. καίτοι καὶ ὁ ἔπαινος ἕπεται αὐτῷ κατ᾿ ἐπακολούθημα. οὐκ εἰς τὴν ἑαυτοῦ ὠφέλειαν, ἀλλ᾿ εἰς τὴν τῶν ἐπαινούντων μίμησίν τε καὶ χρῆσιν. λέγεται καὶ κατ᾿ ἄλλο σημαινόμενον ἐγκρατὴς οὐχ ὁ τῶν παθῶν μόνον κρατῶν. ἀλλὰ καὶ ὁ τῶν ἀγαθῶν ἐγκρατὴς γενόμενος καὶ βεβαίως κτησάμενος τῆς ἐπιστήμης τὰ μεγαλεῖα. ἀφ᾿ ὧν καρποφορεῖ τὰς κατ᾿ ἀρετὴν ἐνεργείας. ταύτῃ οὐδέποτε περιστάσεως γενομένης τῆς ἰδίας ἕξεως ὁ γνωστικὸς ἐξίσταται. ἔμπεδος γὰρ καὶ ἀμετάβλητος ἡ τοῦ ἀγαθοῦ ἐπιστημονικὴ κτῆσις. ἐπιστήμη θείων καὶ ἀνθρωπείων πραγμάτων ὑπάρχουσα. οὔποτε οὖν ἄγνοια γίνεται ἡ γνῶσις οὐδὲ μεταβάλλει τὸ ἀγαθὸν εἰς κακόν· διὸ καὶ ἐσθίει καὶ πίνει καὶ γαμεῖ οὐ προηγουμένως. ἀλλὰ ἀναγκαίως. τὸ γαμεῖν δὲ ἐὰν ὁ λόγος αἱρῇ λέγω καὶ ὡς καθήκει· γενόμενος γὰρ τέλειος εἰκόνας ἔχει τοὺς ἀποστόλους. καὶ τῷ ὄντι ἀνὴρ οὐκ ἐν τῷ μονήρη ἐπανελέσθαι δείκνυται βίον, ἀλλ᾿ ἐκεῖνος »ἄνδρας νικᾷ« ὁ γάμῳ καὶ παιδοποιίᾳ καὶ τῇ τοῦ οἴκου προνοίᾳ ἀνηδόνως τε καὶ ἀλυπήτως ἐγγυμνασάμενος. μετὰ τῆς τοῦ οἴκου κηδεμονίας ἀδιάστατος τῆς τοῦ θεοῦ γενόμενος ἀγάπης, καὶ πάσης κατεξανιστάμενος πείρας τῆς διὰ τέκνων καὶ γυναικὸς οἰκετῶν τε καὶ κτημάτων προσφερομένης. τῷ δὲ ἀοίκῳ τὰ πολλὰ εἶναι συμβέβηκεν ἀπειράστῳ. μόνου γοῦν ἑαυτοῦ κηδόμενος ἡττᾶται πρὸς τοῦ ἀπολειπομένου μὲν κατὰ τὴν ἑαυτοῦ σωτηρίαν. περιττεύοντος δὲ ἐν τῇ κατὰ τὸν βίον οἰκονομίᾳ. εἰκόνα ἀτεχνῶς σῴζοντος ὀλίγην τῆς τῇ ἀληθείᾳ προνοίας.
12.70
Ἀλλ᾿ ἡμῖν γε ὡς ἔνι μάλιστα προγυμναστέον ποικίλως τὴν ψυχήν.